IK Pisidia 31

Home > Asia > Turkey > Pisidia > Kremna > IK Pisidia 31

Dating

No information available.

Text

Τροκονδαν Οσαειτος τοῦ Ἑρμαίου
τὸν παρειληφότα κατὰ διαδοχὴν ἱε-
ρέα Ἀρτέμιδος Ἐφεσίας διὰ γένους,
οἵτινες κατεσκεύασαν τόν τε να-
5 ὸν καὶ τὸ ἄγαλμα, τετηρηκότα ἁγ-
νῶς καὶ θεοπρεπῶς τὰ εὑρεθέντα
καὶ παραδοθέντα ἱεροτελῆ μυστή-
ρια τῆς θ<ε>οῦ καὶ εἰς αὔξησιν πλείονα
ἀγειωχότα, καὶ Ἀρτεμειν Τροκονδου
10 τὴν ἑαυτοῦ θυγατέρα τὴν καὶ αὐτὴν
παραλαμβάνο%⁸¹υσαν τὴν ἱερατείαν
καὶ ὁμοίως εὐσ%⁸¹εβοῦσαν. vac. Ἀσύριος καὶ
Οσαεις καὶ Τροκονδας καὶ Πία καὶ Ερμαστα
οἱ Ερπιου τὸν ἑαυτῶν πάπον καὶ τὴν ἑαυ-
15 τῶν μητέρα εὐσεβείας καὶ τειμῆς ἕνεκεν.