IK Perge 23

Home > Asia > Turkey > Pamphilia > Perge > IK Perge 23

Dating

No information available.

Text

[τὴν] κ̣αὶ Π̣ανθ̣ίαν
Πελοπίδης Λυσι[μάχου]
ὁ υἱὸς κατὰ διαθ[ήκην]

b.right — — —
1 Ἀρίσταν Ἀσκληπιά[δου]
Ἀπολλώνιος Λυσιμά[χου]
            τὴν γυναῖκα
          εὐνοίας ἕνεκε
5        καὶ σωφροσύνης
                θεοῖς

01 [Περγαίων ψήφισμα· — —]
02 [ἐπειδὴ Ἀπολλώνιος Λυσιμάχου — —]

1 [— — — — — — — — — — — — — —]ΟΘ
[— — — — — — — — —]ΝΑ̣Ε̣[— — —]ΜΕ
[— — — — —]ΟΙ̣Δ․Ν․․Μ[— — — —]Λ̣Ε̣
[— — —]Α [οὐ μ]όνον̣ ἐ̣νθάδ̣[ε], ἀ̣λ̣λ̣ὰ̣ [κ]α̣ὶ̣ ἐπ̣ὶ τῆς ξ[έν]η̣ς̣ π̣[ρεσβεύ(?)]σας
5 [— — — ἐπ]ὶ̣ Γ̣ε̣ρ̣μ̣α̣νικὸν Καίσαρα ἐν̣εδείξατο· εὐσεβὴς δὲ ὑπάρ-
[χων πρὸ]ς̣ τ̣ὸν τῶν Σεβαστῶν οἶκον, φιλόδοξος δὲ̣ κ̣α̣ὶ̣ π̣ρ̣ὸς ἅπαν[— —]
[τοὺς πολίτα]ς εἰς τὴν Σεβαστὴν ἀγορὰν μετὰ πάσης χαρᾶς ἐπαν-
[άγων ἐκαθ]ί̣σατο· v πάντοτε δὲ τῇ πατρίδι εἰς τὰ ἐπιτασσόμενα
[ὑπακούον]τ̣α ἑαυτὸν ἐπέδωκεν· ἀνυπέρβλητον δὲ ἔχων τὴν
10 [φιλοτειμίαν] ὑπὲρ τῶν ἐπειγόντων τῇ πόλει προθυμότατα ὑπέσ-
[χετο πρεσβε]ύσειν εἰς Ῥώμην δωρεὰν ὡς ἂν φιλόπατριν καὶ πά-
[σῃ ἀρετῇ τὴ]ν̣ ἑαυτοῦ ἐπιδείξας ψυχὴν ἄφειστον καὶ δαψιλῆ· εὐτυ-
[χῶς τε τῇ πό]λει τὴν ἐπὶ Ῥώμης τελέσας ἐπιδημίαν ἐπανῆλθεν· πρέ-
[πον δὲ δῆμ]ος ἡγεῖται τοὺς οὕτως ὑπὲρ τῆς πατρίδος σπουδαίως
15 [πολιτεύοντα]ς ταῖς καταξίοις ἀμείβεσθαι τειμαῖς πρὸς τὸ καὶ τοὺς
[ἄλλους εἰδ]ότας τὰς τῆς πόλεως ἀμοιβαίας χάριτας εἰς τὸ λοιπὸν ζη-
[λωτὰς τῶν τ]οιούτων ἀνδρῶν γείνεσθαι· τύχῃ ἀγαθῇ· ἔδοξε τῇ βου-
[λῇ ἐστεφα]νῶσθαι μὲν αὐτὸν χρυσῷ στεφάνῳ ἀριστείῳ, τετειμῆσθαι
[δὲ καὶ εἰκόν]ι γραπτῇ ἐν ὅπλῳ ἐπιχρύσῳ καὶ ἀνδριάντι· καὶ τὴν μὲν εἰκόνα
20 [ἀνατεθῆναι] ἐν τῷ παιδικῷ γυμνασίῳ, ἐπιγραφῆς γενομένης· "ὁ δῆμος ἐ-
[τείμησεν] Ἀπολλώνιον Λυσιμάχου, ἄνδρα καλὸν καὶ ἀγαθὸν καὶ φι-
[λόπατριν], πάσῃ τε ἀρετῇ καὶ διὰ προγόνων κεκοσμημένον"· τὸν δὲ
[ἀνδριάντα] ἀνατεθῆναι ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος κατὰ τὸν ἐπι̣φ̣ανέσ-
[τατον τόπο]ν· ἐπὶ δὲ τῆς βάσεως ἐπιγραφῆναι τοῦδε τοῦ ψηφίσ[μ]ατος
25                                                   τὸ ἀντίγραφον