IK Iznik 1

Home > Asia > Turkey > Bithynia > Nicaea > IK Iznik 1

Dating

written: 117 - 138 CE

Text

[— — — πρεσβευτὴς]
[τοῦ μεγ]ίστου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ [Ἁδριανοῦ — — —]
[— — — πα]ρανγέλλεται πᾶσι τοῖς τὰ γειτνιῶντα χωρία τῷ ὑδρ[αγωγίῳ κατοικοῦσι μήτε]
[— — —] μήτε ἐπεμβαίνειν κατὰ μηδένα τρόπον, κόψαι δὲ καὶ τὰς [— — —]
[— — — αἱ ἂν] εὑρεθῶσιν πεφυ[κυῖ]αι καὶ ταύτας ἀπὸ δέκα πηχῶν. ὁμοίως ἕξει [— — —]
[— — —]ι της σκιασούσης· ὃς δὲ ἂν ὑπεναντίον ποιήσῃ, δώσει πρόστειμον ἰς τὸν φίσ[κον — — —]
[— — — ὑδραγωγί]ου γεφύρας κατ’ αὐτοῦ ποιείτωσαν, δι’ ὧν καὶ ἅμαξαι διοδεύειν δυνήσονται καὶ πάντα τὰ τετράποδα· [ἐὰν δέ τινες διὰ τοῦ ὑδρα]-
[γωγίου δι]οδεύειν τολμήσωσιν,τῷ αὐτῷ προστείμῳ ἔνοχοι ἔστωσαν. παρανγέλλεται δὲ καὶ τοῖς ταφρε[ύουσιν — — —]
[— — —] μηδενὶ τρόπῳ ἐπὶ τῇ τοῦ ὑδραγωγίου βλάβῃ· ὃς δ’ ἂν εὑρεθῇ παρὰ ταῦτα ποιῶν, δώ[σει πρόστειμον — — —]
— — —