IK Iznik 1503

Home > Asia > Turkey > Bithynia > Nicaea > IK Iznik 1503

Dating

written: 200 - 211 CE

Text

1 ἀγαθῆι τύχηι·
Διὶ Βεννίῳ ὑπὲρ σωτηρίας
τῶν Αὐτοκρατόρων, ἔτους
ιηʹ τῶν κυρίων Αὐτοκρα-
5 [τ]όρων Σεουήρου κὲ Ἀντωνεί-
[νου 〚κὲ] Γ̣έ̣τ̣α̣〛 Σεβαστῶν, μη-
[ν]ὸ̣ς̣ Ἀ̣ρήου̣ [— — — ὑπὲρ σωτηρί]-
α̣ς κὲ καρπῶν τῆς Προννοεί-
τω[ν] κώμης Χρῆστος Γλύ-
10 κωνος, γένους Χρήστου
Δαγι, τὸν βωμὸν κὲ τὸ ἐπ’ αὐ-
τῷ ἄγαλμα ἀπεϊέρωσε,
τῇ κώμῃ δοὺς βουθυσίαν κὲ
τὰ πρὸς αὐτὰ κὲ μύρα κὲ στεφά-
15 νους, κὲ οἴνου μετρητὰς εʹ
χαρισάμενος κὲ χάλκωμα
ἐκ τῶν ϊδίων τῇ κώμῃ μετρητοῦ
ἑνὸς χοῶν δύο· ἔσται μέντυ {²⁶μέντοι}²⁶ ἀνε-
ξοδίαστον κὲ ἀνυπόθηκον
20 τὸ χάλκωμα· κωμαρχο͂ντος
Κυντιανοῦ κὲ Μάρκου.