IK Heraclea Pont. 72
Dating
No information available.
Text
1 [ὁ] δᾶμος ὁ Ἡρακλεωτᾶν
[Ἰ]ουλ̣ίαν Ἀκ̣υιλ̣εῖναν τὰν ε[ὐγ]-
ενῆ καὶ φίλανδρον καὶ φιλό-
τειμον, ἀμφοτερᾶν τᾶν πολί-
5 ων πολεῖτιν, πάσας ἀρετᾶς
καὶ ὧν προέδειξ̣εν ἐλπίδων
ἕνεκα, ψαφισαμένης τᾶς πατρί-
δος Ἀμάστριος ἐν τῷ προγο-
νικῷ θεάτρῳ τιθῆμεν αὐτᾶς
10 τὸν ἀνδριάντα, δι’ ἐπιμελείας
Τιβερίου Κλαυδίου Μηνίου τοῦ
ἀνδρὸς αὐτᾶς. ἔτους
ηξρʹ.