IGR 3.833a-b

Home > Asia > Turkey > Cilicia > Iotape > IGR 3.833a-b

Dating

written: 140 - 161 CE

Text

[ἡ βουλὴ καὶ ὁ δῆμος]
[ἐτείμ]ησαν Κενδεα̣[ν {²τοῦ δεῖνος}², ἄνδρα εὐσχήμο]-
να καὶ τοῦ βουλευτ̣ι[κοῦ τ]άγμα[τος, πατέ]ρα̣ Μο̣μ̣ψ̣ου
Κενδεου φι̣[λοπάτριδο]ς̣, [ἀνδρὸς εὐσχημονεστάτου] κ̣αὶ̣
φιλοτειμ[οτάτου κ]αὶ πρωτε̣ύ̣ον[τος τοῦ παρ’ ἡ]-
μεῖν τάγ[ματος τ]ῆς βουλ[ῆ]ς, ἀρχ[ι]ε[ρ]α[σαμέ]ν̣[ου]
τῶν Σεβασ̣[τῶ]ν̣ [ἁγνῶς, δημιουργ]ήσα[ντος φιλοτεί]-
μως, πρυτα[νεύσαντο]ς̣ τ̣[ρὶς(?) δημωφελῶς(?), ἀγορα]-
νομήσαντ[ος] ἐκτενῶ[ς, δεκαπρω]τεύσαν-
τος πλειστά[κις] ἑπὶ τῆ[ς εἰσαγω]γῆς τῶν κυ-
ριακῶν φόρων πιστῶς· [ὃς καὶ να]ὸν θεοῦ
Ποσειδῶνος με̣τ̣ὰ καὶ τοῦ ἐν [α]ὐτῷ εἱδ̣[ρ]υ-
μένῳ ἀνδριάντι χαλκέῳ οἴκ[ο]θεν [τῇ πα]-
τρίδι κατεσκεύασεν· ἐπιδοὺς καὶ εἰς [τὸ κο]ι̣-
νὸν {²⁷κα]ι̣|νὸν Rob.}²⁷ βαλανεῖον κατασκευαζόμενον ο[ἴ]-
κοθεν (δην.) ͵ακεʹ, καὶ ἄλλας δὲ μείζονας φιλο-
τειμίας πεποιημένος, δοὺς εἰς τὸ δημό-
σιον ἅμα Μᾳ Μομψου τῇ γυναικὶ αὐτοῦ ἀρ-
γυρίου (δην.) μυ(ριάδας) εʹ εἴς τε διανομὰς τῶν βουλευτῶν
καὶ οἰνοδοσίας καὶ γυμνασιαρχίας τῶν πολει#⁹⁰⁰-
τῶν· καὶ αὐτὴ δὲ ἡ Μας, ἀρχιερασαμένη θεᾶς Σε-
βαστῆς Φαυστείνης, ἔτι καὶ ναὸν θεᾶς Μοίρας μετὰ
καὶ τοῦ ἀγάλματος οἴκοθεν τῇ πατρίδι κατεσκεούασεν {²⁶κατεσκεύασεν}²⁶· #⁹⁰⁰
τὸν δὲ ἀνδριάντα ἀνέστησεν Μομψος
Κενδεου φιλόπατρις.