IGR 3, 371

Home > Asia > Turkey > Pisidia > Adada > IGR 3, 371

Dating

No information available.

Text


1                [ἐ]τειμήθη
Αὐρ(ήλιος) Ἑρμογενιανὸς Ὅπλων, ἀνὴρ ἄρισ-
τος καὶ ἀξιολογώτατος διὰ πάσης ἐξῆς λει-
τουργίας τε καὶ ΤΠΗΙΕΙ․Ι φιλότειμος σὺ[ν πρ]ο[θ]υμίᾳ καὶ μεγαλο-
5 ψυχίᾳ, προ[θ]ύσας δὲ καὶ τῶν θείων εἰκόνων
καὶ ἀγῶνα ἐπιτελέσας, οἴκοθεν πάντα τε τ[ὸν]
[βίον] ἐν σεμνότητι ζήσας καὶ ἀνδραγαθίᾳ· τὸν δὲ ἀνδρι-
άντα ἀνέστησε Αὐρ. Σοφιανὴ Σοφία τοῦ γλ-
υκυτάτου ἀνδρὸς αὐτῆς καὶ τειμιωτάτου
10 καὶ τ[ὸ]ν τῆς κοινῆς αὐτῶν θυγατρὸς Ὁπλωνίδος, συναν[α]-
στήσασα καὶ τὸν ἑαυτῆς, τειμῆ<ς> μὲν καὶ μν[ε]ί[ας]
[χάρ]ιτι π<ρ>ὸς ἐκείνους, ἰδίᾳ δ’ ἔτι τῶν συμβά[ν]-
             των αὑτῇ παραμυθίᾳ.