IG Bulg 5, 5599

Home > Europe > Bulgaria > Stara Zagora > IG Bulg 5, 5599

Dating

written: 161 - 169 CE

Text

   ἀγαθῆι                                           τύχηι.
ὑπὲρ τῆς τῶν Αὐτοκρατόρων νείκης καὶ αἰωνίου διαμονῆς Μ(άρκου) Αὐρηλί-
ου Ἀντωνείνου καὶ Λ(ουκίου) Αὐρηλίου Οὐήρου καὶ Φαυστείνης Σεβ(αστῆς) καὶ τοῦ
σύνπαντος οἴκου αὐτῶν καὶ ἱερᾶς συνκλήτου, ἡγεμονεύοντος Τουλ-
5 λίου Μαξίμου πρεσβ(ευτοῦ) Σεβ(αστῶν) ἀντιστρατήγου, θεαῖς Νύμφαις καὶ τῇ λαμπροτά-
τῃ Τραιανέων πόλει Οὔλπιος Ἱερώνυμος Νεικομηδεὺς ἀρχιερώ-
μενος κατεσκεύασεν ἐκ τῶν ἰδίων λουτρῶνα καὶ τὰ δύο ἀποδυτή-
ρια καὶ τὸ φριγδάριον {²⁶φριγιδάριον}²⁶ καὶ τὸ Νυμφαῖον ἐκ θεμελίων σὺν παντὶ τῶι
κόσμωι αὐτῶν καὶ τοῖς ἀγάλμασιν καὶ τὸ ὑδρεῖον καὶ τὸ ὕδωρ τὸ
10 ψυχρὸν εἰσήγαγεν συναρχιερωμένης αὐτῶι τῆς γυναικὸς Οὐαλε-
ρίας Φροντωνίλλης καὶ παρέδωκεν συντετελεσμένα πάντα ἔτι στε-
                                                       φανηφορῶν.