IG 7, 2713
Dating
No information available.
Text
(I) Αὐτοκράτωρ Καῖσαρ λέγει· τῆς εἴς με εὐνοί-
ας τε καὶ εὐσεβείας ἀμείψασθαι θέλων τὴν εὐγε-
νεστάτην Ἑλλάδα κελεύω πλείστους καθ’ ὅ[σ]ο[ν]
ἐνδέχεται ἐκ ταύτης τῆς ἐπαρχείας παρῖναι
5 ἰς Κόρινθον τῇ πρὸ τεσσάρων Καλανδῶν Δε-
κεμβρίων.
(II) συνελθόντων τῶν ὄχλων ἐν ἐκκλησίᾳ προσεφώ-
νησεν τὰ ὑπογεγραμμένα.
ἀπροσδόκητον ὑμεῖν, ἄνδρες Ἕλληνες, δωρεάν,
10 εἰ καὶ μηδὲν παρὰ τῆς ἐμῆς μεγαλοφροσύνης
ἀνέλπιστον, χαρίζομαι, τοσαύτην, ὅσην οὐκ ἐχωρή-
σατε αἰτεῖσθαι. πάντες οἱ τὴν Ἀχαΐαν καὶ τὴν ἕως
νῦν Πελοπόννησον κατοικοῦντες Ἕλληνες
λάβετ’ ἐλευθερίαν ἀνισφορίαν, ἣν οὐδ’ ἐν τοῖς εὐτυ-
15 χεστάτοις ὑμῶν πάντες χρόνοις ἔσχετε·
ἢ γὰρ ἀλλοτρίοις ἢ ἀλλήλοις ἐδουλεύσατε.
εἴθε μὲν οὖν ἀκμαζούσης τῆς Ἑλλάδος παρειχό-
μην ταύτην τὴν δωρεάν, ἵνα μου πλείονες ἀπολ-
αύωσι τῆς χάριτος· διὸ καὶ μέμφομαι τὸν αἰῶνα
20 προδαπανήσαντά μου τὸ μέγεθος τῆς χάριτος.
καὶ νῦν δὲ οὐ δι’ ἔλεον ὑμᾶς, ἀλλὰ δι’ εὔνοιαν εὐερ-
γετῶ, <ἀ>μείβομαι δὲ τοὺς θεοὺς ὑμῶν ὧν καὶ διὰ
γῆς καὶ διὰ θαλάττης αἰεί μου προνοουμένων πε-
πείραμαι, ὅτι μοι τηλικαῦτα εὐεργετεῖν παρέσχον.
25 πόλεις μὲν γὰρ καὶ ἄλλοι ἠλευθέρωσαν ἡγεμόνες,
[Νέρων δὲ ὅλη]ν̣ ἐπαρχείαν.
(III) ὁ ἀρχιερεὺς τῶν Σεβαστῶν διὰ βίου καὶ Νέρωνος
Κλαυδίου Καίσαρος Σεβαστοῦ Ἐπαμεινώνδας
Ἐπαμεινώνδου εἶπεν· προβεβουλευμένον ἑαυ-
30 τῷ εἶναι πρός τε τὴν βουλὴν καὶ τὸν δῆμον,
ἐπιδὴ ὁ τοῦ παντὸς κόσμου κύριος Νέρων, αὐτο-
κράτωρ μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ τρισ-
καιδέκατον ἀποδεδειγμένος, πατὴρ πατρίδος,
νέος Ἥλιος ἐπιλάμψας τοῖς Ἕλλησιν, προειρημέ-
35 νος εὐεργετεῖν τὴν Ἑλ<λ>άδα, ἀμειβόμενος δὲ
καὶ εὐσεβῶν τοὺς θεοὺς ἡμῶν, παριστανομένους
αὐτῷ πάντοτε ἐπὶ προνοίᾳ καὶ σωτηρίᾳ, τὴν ἀπὸ
παντὸς τοῦ αἰῶνος αὐθιγενῆ καὶ αὐτόχθονα ἐλευ-
θερίαν πρότερον ἀφαιρεθεῖσαν τῶν Ἑλλήνων εἷς
40 καὶ μόνος τῶν ἀπ’ αἰῶνος αὐτοκράτωρ μέγιστος
φιλέλλην γενόμενος 〚Νέρων〛 Ζεὺς Ἐλευθέριος ἔδω-
κεν ἐχαρίσατο ἀποκατέστησεν εἰς τὴν ἀρχαιό-
τητα τῆς αὐτονομίας καὶ ἐλευθερίας, προσθεὶς
τῇ μεγάλῃ καὶ ἀπροσδοκήτῳ δωρεᾷ καὶ ἀνεισφο-
45 ρίαν, ἣν οὐδεὶς τῶν πρότερον Σεβαστῶν ὁλοτελῆ
ἔδωκεν. δι’ ἃ δὴ πάντα δεδογμένον εἶναι τοῖς τε ἄρ-
χουσι καὶ συνέδροις καὶ τῷ δήμῳ, καθιερῶσαι μὲν κα-
τὰ τὸ παρὸν τὸν πρὸς τῷ Διὶ τῷ Σωτῆρι βωμὸν ἐπι-
γράφοντας "Διὶ Ἐλευθερίῳ 〚Νέρων〛ι εἰς αἰῶνα", καὶ ἀγάλμα-
50 τα ἐν τῷ ναῷ τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου συνκαθει-
δρύοντας τοῖς [ἡμῶν] πατρίοις θεοῖς 〚Νέρωνος〛 Διὸς
Ἐλευθερίου καὶ Θεᾶς Σεβαστῆς 〚Μεσσαλίνης〛, ἵνα
τούτων οὕτως τελεσθέντων καὶ ἡ ἡμετέρα πόλις
φαίνηται πᾶσαν τειμὴν καὶ εὐσέβειαν ἐκπεπληρω-
55 κυῖα εἰς τὸν τοῦ κυρίου Σεβαστοῦ 〚Νέρωνος οἶκον〛.
εἶναι δὲ ἐν ἀναγραφῇ τὸ ψήφισμα παρά τε τῷ Διὶ τῷ Σω-
τῆρι ἐν τῇ ἀγορᾷ ἐν στήλῃ, καὶ ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλω-
νος τοῦ Πτωΐου.