IG 4, 203

Home > Europe > Greece > Peloponnesos > Isthmia > IG 4, 203

Dating

written: 100 - 199 CE

Text

θεοῖς πατρίοις
καὶ τῇ πατρίδι.
Π(όπλιος) Λικίνιος Π(οπλίου) υ(ἱὸς) Αἰμ(ιλίᾳ) Πρεῖσκος
Ἰουουεντιανός, ἀρχιερεὺς διὰ
βίου, τὰς καταλύσεις τοῖς ἀπὸ τῆς
οἰκουμένης ἐπὶ τὰ Ἴσθμια παραγεινο-
μένοις ἀθληταῖς κατεσκεύασεν.
ὁ αὐτὸς καὶ <τ>ὸ Παλαιμόνιον σὺν τοῖς
προσκοσμήμασιν καὶ τὸ ἐναγιστήριον
καὶ τὴν ἱερὰν εἴσοδον καὶ τοὺς τῶν
πατρίων θεῶν βωμοὺς σὺν τῷ περι-
βόλῳ καὶ προνάῳ καὶ τοὺς ἐνκριτηρί-
ους οἴκους καὶ τοῦ Ἡλίου τὸν ναὸν καὶ τὸ
ἐν αὐτῷ ἄγαλμα καὶ τὸν περίβολον τόν τε
περίβολον τῆς ἱερᾶς νάπης καὶ τοὺς ἐν αὐτῇ
ναοὺς Δήμητρος καὶ Κόρης καὶ Διονύσου
καὶ Ἀρτέμιδος σὺν τοῖς ἐν αὐτοῖς ἀγάλ-
μασιν καὶ προσκοσμήμασιν καὶ προνάοις
ἐκ τῶν ἰδίων ἐποίησεν καὶ τοὺς ναοὺς
τῆς Εὐετηρίας καὶ τῆς Κόρης καὶ τὸ Πλου-
τώνειον καὶ τὰς ἀναβάσεις καὶ τὰ ἀναλήμ-
ματα ὑπὸ σεισμῶν καὶ παλαιότητος δια-
λελυμένα ἐπεσκεύασεν #⁵⁶ ὁ αὐτὸς καὶ
τὴν στοὰν τὴν πρὸς τῷ σταδίῳ σὺν
τοῖς κεκαμαρωμένοις οἴκοις καὶ προσ-
κοσμήμασιν ὑπὲρ ἀγορανομίας
ἀνέθηκεν.
ὑπόσχεσις Π. Λικινίου Πρείσκου·
ἐάν μοι πωλήσητε τῆς λεγ[ο]μ̣ένης ῥηγλια-
[— — — — —]․πο[— — — — — — — — — —]