IG 12.5, 946

Home > Europe > Greece > Aegean > Tinos > Tinos > IG 12.5, 946

Dating

No information available.

Text

1 ἡ βουλὴ καὶ ὁ δῆμος Σάτυρον Φιλείνου πλη-
ρώσαντα πᾶσαν ἀρχὴν καὶ λειτουργίαν, καὶ ἀρχι-
θεωρήσαντα τετράκις, καὶ ἀναθέντα τῇ πόλει
βαλανεῖον καὶ δηνάρια πεντακισχείλια, ἵνα ἐκ τοῦ
5 τόκου αὐτῶν θερμαίνηται τὸ βαλανεῖον, καὶ τοῖς ἐν Ἠ-
ρίστῳ θεοῖς δηνάρια πεντακισχείλια, ἵνα ἐκ τοῦ τό-
κου αὐτῶν ἐν τῇ τῆς Βουθυσίας ἑορτῇ κατ’ ἔτος
δίδωται τοῖς εὐωχηθησομένοις ἐν τῶ ἱερῷ ἐ-
λευθέροις Τηνίοις κατ’ ἄνδρα δηνάριον, [κα]ὶ ἄλλα τοῖς
10 αὐτοῖς θεοῖς δηνάρια μύρια, ἵνα ἐκ τοῦ τόκου αὐ-
τῶν κατ’ ἔτος ἐν τῷ ἱερῷ τῇ Καταστεφανώσει
καὶ τῇ ὀκτωκαιδεκάτῃ παντὶ ἐλευθέρῳ Τηνίῳ
ἡ κατ’ ἀναλογίαν τοῦ συνελευσομένου πλήθους
μερίζηται διανομή, καὶ ἄλλα δηνάρια ἑξακισχείλι-
15 α, ἵνα ἐκ τοῦ τόκου αὐτῶν κατ’ ἔτος ἀνδράσι καὶ γυ-
ναιξὶ Τηνίοις ἐν τῇ ὡρισμένῃ τῶν ἐπιταφίων αὐ-
τοῦ ἡμέρᾳ μερίζηται καθ’ ἕκαστον ἡ κατ’ ἀναλογίαν
τοῦ συνελευσομένου πλήθους διανομή, καὶ ἄλ-
λα τῇ πόλει δηνάρια μύρια ὀκτακισχείλια πεντακό-
20 σια, ἵνα ἐκ τοῦ τόκου αὐτῶν ὑπὲρ ἀνδρῶν καὶ γυ-
ναικῶν καὶ παίδων ἐλευθέρων Τηνίων κατ’ ἔτος
δίδωται τὸ ἐπικέφαλον· καὶ ἐν ἄλλαις δὲ πολλαῖς
καὶ ποικίλαις ὑπηρεσίαις τε καὶ ἐπιδόσεσιν εὐ-
εργετήσαντα τὴν πατρίδα εὐχαρίστως ἐτείμη-
25 σεν, χαρισαμένης τῇ πόλει τὸν ἀνδριάντα Μαλ-
          θάκης τῆς Φιλείνου.