I.Stratonikeia 293

Home > Asia > Turkey > Caria > Sanctuary Panamara > I.Stratonikeia 293

Dating

written: 150 - 199 CE

Text

[ὁ] δῆμος καὶ αἱ βουλαὶ καὶ ἡ γε[ρου]-
σία ἐτίμησαν ταῖς μεγίσταις καὶ
ἐξαιρέτοις τειμαῖς Μᾶρκον Σενπρ-
ώνιον, Μάρκου υἱόν, Κλήμεντα, ἄνδρα ἀξι-
όλογον καὶ ἀσύγκριτον, ἀτελείᾳ καὶ ἀλει-
τουργησίᾳ ἐκ γένους τετειμημέ-
νον, ἐπαγγελλόμενον δὲ ἠρχι-
ερατευκότα τῶν Σεβαστῶν πλου-
σίως, ἱερατευκότα τοῦ Παναμά-
ρου τετράκις, τὸ δὶς ἐν Ἡραίοις
κατὰ πενταετηρίδα, ὅτε δὲ τὸ δεύ-
τερον ἱεράτευεν, ἱερατευκότα καὶ
τῆς Ἑκάτης ἐν στενοχώροις και-
ροῖς, ἱερατευκότα τῆς Ἑκάτης ὁμό-
σε ὅτε καὶ τοῦ Παναμάρου τὸ βʹ, ἱερα-
τευκότα ἑνὶ ἐνιαυτῷ Διὸς Χρυσαορεί-
ου, Διὸς Ναράσου, Διὸς Λωνδάργου, γεγυ-
μνασιαρχηκότα ἑπτάκις πλουσίως,
ἀγωνοθετοῦντα κατ’ ἐνιαυτὸν ἐκ τῶν
ἰδίων, εὐθηνιαρχηκότα ἐν στενοχώ-
ρῳ καιρῷ, δεκάπρωτον, πεπρυτανευ-
κότα καὶ γεγραμματευκότα ἐν δυσ-
κόλοις, καὶ πεποηκότα πάντα ἐπὶ ὠφε-
λίᾳ τῆς πόλεως, κατεσκευακότα ὑ-
δραγώγια καὶ ὕδατα εἰσαγειωκχότα
εἰς τὸ ἱερὸν τῆς Ἑκάτης, ἐν ᾧ ἱεράτευ-
εν χρόνῳ, κατεσκευακότα ναὸν ἐν τῷ
περιστώῳ τοῦ βουλευτηρί<ου> σὺν τοῖς ἀγάλ-
μασιν ἐν παντὶ τῷ κόσμῳ, τεθικότα δὲ
ἀγάλματα τὰ ἐν Παναμάροις καὶ ἐν Λαγείνοις
καὶ ἐν Κολιέργοις. περὶ πάντων ἐστὶν ψηφίσματα.