I.Stratonikeia 289

Home > Asia > Turkey > Caria > Sanctuary Panamara > I.Stratonikeia 289

Dating

written: 150 - 199 CE

Text

[ἱερεὺς ἐ]πανγειλάμενος ἐν Ἡραίοις τὸ βʹ, ἱερατεύων κατὰ τὸ [αὐτὸ τῆς μεγίστη]ς καὶ ἐπιφανεστάτης θεᾶς Ἑκά-
της, Μᾶρκος Σεμπρώνιος, Μάρκου υἱός, Κλήμης, μετὰ ἱερείας [τῆς καὶ ἑαυτοῦ γ]υναικὸς Ἰσοχρύσου τῆς Ἀντιό-
χου Κω(ραιΐδος), μετὰ τὴν ἀρχιερωσύνην καὶ τὴν πρώτην ἱερωσύνην [Διὸς] Πα[να]μάρου καὶ τὴν δεκαπρωτείαν, ἱερατευ-
κὼς τῷ ἑξῆς ἐνιαυτῷ τρεῖς ὁμοῦ ἱερωσύνας Διὸς Χρυσάορος καὶ Διὸς Ναράσου καὶ Διὸς Λωνδάργου, καὶ τῷ ἑξῆς
εὐθηνιαρχηκὼς σειτοδείας οὔσης, καὶ ἀγάλματα ἀνατεθεικὼς ἐν τοῖς ἱεροῖς τῷ τε ἐν Παναμάροις καὶ τῷ ἐν Λαγεί-
νοις καὶ τῷ ἐν Κολιόργοις, καὶ κατ’ ἐνιαυτὸν ἀγωνοθεῶν καὶ μὴ διαλελοιπὼς μηδὲ ἑνὶ ἐνιαυτῷ τοῦ ἐκ τῶν ἰδίων
λιτουργεῖν, ἱερατευκὼς ὁμοῦ τὰς δύο ἱερωσύνας, ὡς προγέγραπται, ἐν αἷς φιλοτειμότατα καὶ ἁπλούστατα πάντα πρά-
[ξ]ας, καὶ ταῦτα στενοχωρίας περὶ τοὺς καρποὺς πάντας γενομένης, καὶ γυμνασιαρχίας ἁπλῶς ἐπιτετελεκώς,
[κ]αὶ ὑδραγώγια κατεσκεύασεν ἐν τῷ ἱερῷ τῆς Ἑκάτης καὶ ὕδατα πλούσια εἰσαγείωκχεν ἰδίοις ἀναλώμασιν,
[κ]αὶ ναὸν κατασκευάσας ἐν τῷ βουλευτηρίῳ καὶ κοσμήσας ἀξιοπρεπῶς καθιέρωκεν ἀγά<λ>ματα θεῶν Παναμάρου, Ἑκά-
[τ]ης, Ἀρτέμιδος, Ἀσκληπιοῦ, Ὑγείας, καὶ εἰκόνας τέθεικεν κορωλλικὰς τρεῖς καὶ ἀνδριάντα εἰκονικὸν ἱερατικὸν
[α]ὐτοῦ, καὶ τὸν ἄλλον κόσμον πάντα πεπόηκεν, καὶ τὰς ἄλλας πάσας φιλοτειμίας πεπόηκεν καθὼς
[κα]ὶ τὰ τειμητικὰ ψηφίσματα μαρτυρεῖ, συνφιλοτιμουμένης ἐν πᾶσιν καὶ τῆ<ς> ἱερείας Ἰσοχρύσου, κα<ὶ> τοῦ υἱοῦ Σεμ(πρωνίου)
[Κλ]ήμεντος καὶ ἐν τοῖς μετὰ τὰς ἱερωσύνας γεγονυίας αὐτοῖς θυγατρὸς Τατίας, καὶ νεωκόρου Φλ(αουίου) Φαίδρου.