I.Stratonikeia 16

Home > Asia > Turkey > Caria > Sanctuary Panamara > I.Stratonikeia 16

Dating

written: 200 CE

Text

[ὁ δῆμ]ος καὶ αἱ βουλαὶ ἐτείμησαν ταῖς μεγίσταις τειμαῖς καὶ διὰ τῶν
[π]λεονάκις κεκυρωμένων ψηφισμάτων καὶ διὰ τοῦ γεγραμμένου
περὶ αὐτοῦ τῷ κυρίῳ Αὐτοκράτορι ψηφίσματος, Μᾶρκον Σενπρώνιον,
Μάρκου υἱόν, Κλήμεντα, φιλοκαίσαρα καὶ φιλόπατριν, θεοφιλῆ,
πεντάκις ἱερῆ τοῦ Παναμάρου, τὸ δὶς ἐν Ἡραίοις, ἱερῆ τῆς Ἑκάτης,
ὅτε τὸ δεύτερον τοῦ Παναμάρου, ἱερῆ ἑνὶ ἐνιαυτῷ Διὸς Χρυσα-
ορείου, Διὸς Ναράσου, Διὸς Λωνδάργου, ἀρχιερῆ τῶν Σεβαστῶν,
γυμνασίαρχον δεκάκις, ἀγωνοθέτην κατ’ ἐνιαυτὸν ἐκ τῶν ἰδίων,
ἱερῆ διὰ βίου Διὸς Καπετωλίου, Ἀσκληπιοῦ, Ὑγείας, Ἑστιῶν, ἱερὰ καὶ ἀγάλ-
ματα θεῶν κατεσκευακότα, ὑδραγώγια πεποηκότα καὶ ὕδατα εἰσα-
γειωκχότα εἰς τὸ ἱερὸν τῆς Ἑκάτης, πάντα ἀδιαλίπτως πεποηκότα
καὶ μεγαλοψύχως, ἐπαγγελλόμενον ἀτελείᾳ καὶ ἀλειτουργησίᾳ ἐκ
γένους τετειμημένον, τετελεκότα καὶ πρυτανείαν καὶ γραμμα-
[τεί]αν ἐν δυσκόλοις καιροῖς ἐπὶ ὠφελίᾳ τῆς πόλεως, δεκάπρωτ[ον,]
[εὐ]θηνιάρχην, πολλὰ καὶ ἄλλα καὶ ἄλλα παρεσχηκότα, ὧν πάν[τα]
[—]ε[—]τ[— μεμαρτύρητ]αι διὰ τῶν ψηφισμάτων καὶ ἐπιγρ[αφῶν]
[—]