I.Lagina 172

Home > Asia > Turkey > Caria > Sanctuary Lagina > I.Lagina 172

Dating

No information available.

Text

ὁ δῆμος καὶ αἱ βουλαὶ καὶ ἡ ἱερὰ γερου[σία καὶ οἱ] ἐν τῷ ἱ[ερῷ] κα-
τοικοῦντες ἐτείμησαν πολλάκις ἀνδρειά[σι καὶ] εἰκόσει ἐν ἀσ-
πίσιν ἐπιχρύσοις καὶ ἀγάλμασιν Ἄμμιον Διονυσοκλέους Ἄπφιον,
παρ’ ὅλον τὸν ἐνιαυτὸν εὐσεβήσασαν μὲν τὴν θεόν, φιλοτειμηθεῖ-
5 σαν δὲ πρὸς τοὺς ἀνθρώπους, συνιερατευόντων αὐτῇ καὶ τῶν πατ-
ρῶν Διονυσοκλέους καὶ Ἀπφίου.