I.Iasos 310

Home > Asia > Turkey > Caria > Iasos > I.Iasos 310

Dating

No information available.

Text

ἡ βουλὴ καὶ ὁ δῆμος Θευδᾶν Βεβα̣ί-
ου φύσει δὲ Μενάνδρου ἄνδρα κα-
λὸν καὶ ἀγαθὸν γυμνασιαρχήσαντα
τῶν νέων σὺν τῷ υἱῷ Θευδᾷ λαμ-
5 πρῶς καὶ μεγαλοψύχως τούς τε
λιθίνους κανκέλλους τοῦ γυμνα-
σίου ἐκ τῶν ἰδίων κατασκευάσαν-
τα καὶ ἐπισκευάσαντα τὸν περὶ αὐ-
τοὺς κόσμον, καὶ τὰς λοιπὰς δὲ
10 ἀρχὰς πάσας τετελεκότα κατὰ
τὸ κάλλιστον, τειμῆς καὶ εὐνοίας
χάριν· τὸ δὲ ἀνάλωμα ἰς τὸν ἀνδρι-
άντα ἔδωκεν Θεοδότη Ἑκατόμνω
φύσει δὲ Ἔρωτος ἡ γυνὴ αὐτοῦ διὰ
15 τὴν εἰς τὸν ἄνδρα εὐσέβειαν καὶ
τὴν ἑαυτῆς παραμυθίαν.