I.Iasos 268

Home > Asia > Turkey > Caria > Iasos > I.Iasos 268

Dating

written: 117 - 138 CE

Text

ἡ βουλὴ καὶ ὁ δῆμ[ος Ἀτί]λιον
Θευδᾶ ἐφηβαρχήσαντα κατὰ τὸ
κάλλιστον καὶ δωρεὰν πρεσ-
βεύσαντα πρὸς τὸν κύριον ἡμῶν
5 Αὐτοκράτορα Καίσαρα Τραϊανὸν
Ἁδριανὸν Σεβαστὸν τειμῆς χάριν·
τὸ δὲ ἀνάλωμα εἰς τὸν ἀνδριάντα
ἔδωκεν ἡ μήτηρ αὐτοὺ Θεοδότη
Ἑκατόμνω φύσει δὲ Ἔρωτος εἰς
10 τὴν ἑαυτῆς παραμυθίαν.