I.Iasos 237

Home > Asia > Turkey > Caria > Iasos > I.Iasos 237

Dating

No information available.

Text

1 ἀγαθῇ τύχῃ·
ἡ βουλὴ καὶ ὁ δῆμος ἐτείμη-
σαν Ἱεροκλέα γʹ Ἀργαῖον ἀρ-
χιερατεύσαντα τῶν Σεβασ-
5 τῶν, καὶ στεφανηφορήσαν-
τα, καὶ ἱερατεύσαντα τῆς
προκαθηγεμόνος τῆς
πόλεως Ἀρτέμιδος Ἀσ-
τιάδος κατὰ τὸ κάλλι-
10 στον· τὸ δὲ εἰς τὰς
εἰκόνας καὶ ἀγάλματα
καὶ ἀνδριάντας ἀνάλω-
μα ὑπέσχετο δώσειν
ὁ Ἀργαῖος βουλόμενος
15 καὶ ἐν τούτῳ ἀνεπιβά-
ρητον <τὸν> δῆμον φυλάσ-
σειν.