I.Iasos 21

Home > Asia > Turkey > Caria > Iasos > I.Iasos 21

Dating

No information available.

Text

[— ἐπειδὴ Γάϊος Κανίνιος Συναλλάσσων —]
a [—]
[—]
1 [—]ων
το ἐγ μέρο[υς —]λ[—] ἐσκούτλω-
κεν, ἐπήνγελται δὲ καὶ τ[— σκου]-
τλῶσαι· ὑποσχόμενος δὲ καὶ στεφα-
5 νηφορήσειν τῆς προκαθηγεμόνο[ς]
τῆς πόλεως ἡμῶν Ἀρτέμιδος Ἀ[σ]-
τιάδος μετὰ ἄλλα ἔτη βʹ, βουληθέντο[ς]
τοῦ δήμου τάχειον τῆς ὑποσχέσεω[ς]
ἔτεσιν δυσὶ στεφανηφορῆσαι αὐτόν,
10 ἐν μηθενὶ βουλόμενος ἀντιλέγειν τῇ π[α]-
τρίδι καὶ τοῦτο ὑποσχόμενος καὶ ἐκ[δε]-
ξάμενος τὸ συνφέρον τῇ πόλει [ἔ]-
δωκεν ὑπὲρ τῶν τῆς στεφανηφο[ρί]-
ας ἀναλωμάτων πάντων ἀργυρίου
15 δηνάρια πεντακισχείλια· ἐφ’ οἷς πᾶσιν
ἡ βουλὴ καὶ ὁ δῆμος, ἀποδεχόμενοι
αὐτοῦ τὸ περὶ τὴν πατρίδα λαμπρὸν
καὶ φιλότειμον, ἔκρειναν τειμηθῆνα[ι]
αὐτὸν ταῖς καλλίσταις καὶ μεγίσταις τε[ι]-
20 μαῖς πάσαις, ἀνατεθῆναί τε αὐτοῦ καὶ
εἰκόνα γραπτὴν καὶ εἰκόνα χαλκῆν καὶ
ἄγαλμα μαρμάρινον· ἀνιερῶσθαι δὲ καὶ
τὰ πεντακισχείλια δηνάρια εἰς τὸ τῶν
νέων γυμνάσιον, ἐφ’ ᾧ ἡ πρόσοδος αὐτῶν
25 ἀεὶ χωρήσει καθ’ ἕκαστον ἐνιαυτὸν εἰς τὸ
ἐλαιοχρείστιον τοῦ ἕκτου μηνός·
τύχηι ἀγαθῆι, δεδόχθα[ι]
[τῇ τε βουλῇ καὶ τῷ δή]μῳ· τὴν μὲν στε[φανηφο]-
[ρίαν τῆς θεοῦ Γαΐω]ι Κανινίωι Συναλλάσ[σοντι ὑ]-
30 [πάρχειν καθότι καὶ] τοῖς λοιποῖς στεφ[ανηφό]-
[ροις, κ]α[ὶ τετειμ]ῆσθαι αὐτὸν ταῖς κ[αλλίσταις]
[καὶ] μεγίστα[ις] τειμαῖς πάσαις· ἀνατεθ[ῆναι]
δὲ αὐτοῦ καὶ εἰκόνα γραπτὴν καὶ εἰκόνα χ[αλκῆν]
καὶ ἄγαλμα μαρμάρινον ἐν οἷς ἂν βούλητα[ι]
35 τόποις ἱρο[ῖς] ἢ δημοσίοις· ἀνιερῶσθαι δὲ τὰ πε[ν]-
τακισχείλια δηνάρια ἰς τὸ γυμνάσιον τῶν νέ-
ων, ἐφ’ ᾧ ἡ πρόσοδος αὐτῶν ἀναλωθήσεται
[κα]θ’ ἕκαστον ἐνιαυτὸν μηνὶ ἕκτῳ, ἐὰν δέ τι πλε-
ο[ν]άσῃ, τοῦτο χωρήσει εἰς τὸ λοιπὸν ἐλαιο-
40 χρείστιον τοῦ ἐνιαυτοῦ, ἐφ’ ᾧ ἐὰν πάλιν λίπῃ
τει[μιά]σαντός ποτε τοῦ ἐλαίου ἤ τινος ἑτέ-
ρας γενομένης ἐτίας, τοῦτο προσεισενε-
χθήσεται ἐκ τῆς λοιπῆς προσόδου τῶν νέων
πρὸς τὸ ἀνάλιφον τῷ ἕκτῳ μηνὶ μὴ γενέσ-
45 θαι, ἐφ’ ᾧ ἐκ τῶν δεκαπρώτων ἢ εἰκοσαπρώτων
ἢ τῶν τούτοις ὁμοίων ἔσται αἰεὶ ἐπιμελητὴς
αὐτῶν ἐπὶ ἔτη εʹ, ὃς παραλαβὼν αὐτὰ ἐγδανίσει τό-
κου ἐπὶ μηνὶ ἑκάστῳ ὡς τῶν ἑκατὸν δηναρίων
ἀσσαρίων στερεῶν δέκα βʹ, καὶ τὸν κατ’ ἐνιαυ-
50 τὸν γεινόμενον τόκον δώσει αἰεὶ τοῦ πα-
ρελθόντος ἐνιαυτοῦ, μηνὶ πρώτῳ, Σεβαστῇ,
τοῖς διοικηταῖς τῶν νέων οἵτινες ἀναλώ-
σουσιν τὸν τόκον εἰς τὸ ἄλιμμα τοῦ ἕκτου
μηνὸς προαγοράζοντες τὸ ἔλαιον, ἐφ’ ᾧ οὐ-
55 δενὶ ἐξέσται ἄρχοντι οὐδὲ ἑτέρῳ οὐδενὶ με-
ταδιατάξαι ἕτερόν τι περὶ τούτων τῶν πεντα-
κισχειλίων δηναρίων ἢ τῆς προσόδου αὐτῶν,
ἐκτὸς ἐὰν μὴ χωρίων ἀγορασθησομένων τοῖς
νέοις δεήσῃ καὶ τοῦτο τὸ ἀργύριον εἰς τὴν τει-
60 μὴν τῶν ἀγορασθησομένων ἀγρῶν χωρῆσαι,
ἐφ’ ᾧ καὶ οὕτως μενεῖ ἡ πρόσοδος αἰεὶ εἰς τὸ ἄλιμα
τῶν νέων καθότι προγέγραπται· ἐπεὶ ὁ ὑπεναντί-
ον τούτοις ποιήσας τι ἀποδώσει εἰς τὸν τοῦ κυ-
ρίου Καίσαρος φίσκον δηνάρια πεντακισχείλια
65 καὶ οὐδὲν ἔλασσον ἔσται τὸ μεταδιαταγὲν ἄκυρον
καὶ μενεῖ τὰ πεντακισχείλια δηνάρια καὶ ἡ πρόσοδος
αὐτῶν τοῖς νέοις καθότι προγέγραπται· ἐγράφη διὰ τῶν
λαχόντων δογματογράφων Ἀλεξάνδρο<υ> τοῦ γʹ Ἀλεξάν-
δρ<ο>υ, Εἰρηνα[ί]ου τοῦ Ἑρμογένους, Ἑρμώνακτος τοῦ αʹ.