I.Ephesos 728

Home > Asia > Turkey > Lydia > Ephesos > I.Ephesos 728

Dating

written: 161 - 169 CE

Text

τῆς πρώτης καὶ μεγίστης μητροπόλεως
τῆς Ἀσίας καὶ δὶς νεωκόρου τῶν Σεβαστῶν
Ἐφεσίων πόλεως ἡ βουλὴ καὶ ὁ δῆμ[ος]
ἐτείμησεν
5 Πό(πλιον) Οὐήδιον Ἀντωνεῖνον, ὑὸν Πο(πλίου)
Οὐηδίου Ἀντωνείνου, πρυτάνεως
καὶ γυμνασ[ιάρχο]υ καὶ δὶς γραμματέως
τοῦ δήμου [καὶ ἀ]σιάρχου καὶ πανη-
γυριάρχου τῶν μεγάλ[ω]ν Ἐφεσήων
10 καὶ Πασιθέων, πρεσβεύσαντος
πρός τε τὴν σύγκλητον
καὶ τοὺς αὐτοκράτορας,
καὶ αὐτὸν πρύτανιν καὶ
γραμματέα καὶ ἀσιάρχην
15 καὶ πανηγυρίαρχον τῶν
μεγάλων Ἐφεσήων καὶ
ἀλυτάρχην τῶν Ὀλυμπίων,
πρεσβεύσαντα πρός τε τὴν
σύγκλητον καὶ τοὺς αὐτο-
20 κράτορας περὶ τῶν μεγίστων
καὶ ἀεὶ νικήσαντα, γυμνα-
σιαρχήσαντα δὲ καὶ ἐν ταῖς
ἐπιδημίαις τοῦ μεγίστου
αὐτοκράτορος Λουκίου
25 Αὐρηλίου Οὐήρου ἀνεν-
δεῶς πᾶσιν αἷς ἐπεδήμη-
σεν ἡμέραις, πολλοῖς καὶ
μεγάλοις ἔργοις κεκοσ-
μηκότα τὴν πόλιν καὶ
30 ἐν παντὶ καιρῷ προθύμως
καὶ ἑκουσίως πεφιλοτειμη-
μένον.
τὸν ἀνδριάντα ἀνέστησαν
οἱ ἐπὶ τὸ γεῦμα πραγμα-
35 τευόμενοι