I.Ephesos 1238

Home > Asia > Turkey > Lydia > Ephesos > I.Ephesos 1238

Dating

No information available.

Text

1 Τύχης Σωτείρας·
ὑπὲρ τῆς πρώτης καὶ
μεγίστης μητροπόλε-
ως τῆς Ἀσίας καὶ δὶς νεω-
5 κόρου τῶν Σεβ(αστῶν) καὶ φιλοσε-
βάστου Ἐφεσίων πόλεως
ἡ Ἀντιοχέων κολώνων
Καισαρέων πόλις τὸν
ἀνδριάντα ἀνέστησε,
10 εἰσηγησαμένου Γαΐου
Φλαουωνίου Ἀνικιανοῦ
Σάνκτου πάτρωνος τῆς
κολωνείας
διὰ πρεσβευτῶν Μ(άρκου) Ἰουλί-
15 ου Οὐειβιανοῦ Παυλεί-
νου καὶ Λ(ουκίου) Ἰουλίου Μετ-
τιανοῦ Πρόκλου·
γραμματεύοντος
τοῦ δήμου
20 Γν(αῖος) Πομπηΐου Κουαρ-
τείνου νεωκόρου.