I.Aphrodisias 29

Home > Asia > Turkey > Caria > Aphrodisias > I.Aphrodisias 29

Dating

No information available.

Text

[—] στεφ[αν]ηφορία ΜΕΝ․[—]
[—] ἀεὶ εὐσεβῆ διάθεσιν τετέλεκεν καὶ ταῦτα
[διὰ φιλο]δοσίας λαμπρῶς καὶ φιλοτείμως, μάλιστα δ[ὲ]
[τὴν γ]υμνασιαρχίαν πρὸς τὸν γενόμενον καιρὸν ἀψε̣[γ]-
5 [έως?] ἀρχιερατεύων τε ἐν τῇ στεφανηφορίᾳ τῶν Σεβαστ[ῶν]
[πᾶ]σαν εὐσεβῆ θρησσκείαν εἰσενήνεκται, καὶ τέθυκεν το[ῖς]
[πα]τρίοις θεοῖς εὐχόμενος καὶ αὐτὸς ὑπὲρ τῆς ὑγείας καὶ
[σω]τηρίας καὶ τῆς αἰωνίου διαμονῆς τῆς ἡγεμονίας αὐτῶν,
[τε]τέλεκεν δὲ καὶ τὰς θεωρίας φιλοδόξως, καθήκει δὲ τὰς
10 [τῶ]ν τοιούτων ἀνδρῶν γνώμας τειμῆς καὶ μαρτυρίας τῆς̣
[πρ]επούσης ἀξιοῦσθαι —— διὸ δεδόχθαι τῇ βουλῇ καὶ τῷ δή-
[μῳ] ἐν ἀρχαιρεσίαις πάλιν τετειμῆσθαι τὸν ἄνδρα ταῖς κ[αλ]-
[λί]σ̣ταις καὶ μεγίσσταις καὶ πρεπούσαις τειμαῖς Ἀττινᾶν Ἀτ-
[τινο]ῦ τοῦ [Θ]εοδώρου Μελίτωνα τὸν στεφανηφόρον καὶ ἀρ-
15 [χιερ]έ̣α τῶν Σεβασστῶν σε[μνὸ]ν καὶ ἀρετῇ καὶ καλοκαγαθίᾳ
[διαφ]έροντα καὶ εὔνουν τῷ δήμῳ καὶ πᾶσαν ἐν παντὶ και-
[ρῷ ἐ]νδεδειγμένον πρὸς τὴν πατρίδα εὔνοιαν, δεδόσθαι
[δὲ] αὐτῷ ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου τὴν εἰς τὸ μέλλον
[ἀλ]ειτουργησίαν, ὡς ἀνεῖσθαι αὐτὸν πάσης ἀκουσίου ὑπη-
20 [ρεσία]ς, ἅμα τεθῆναί τε αὐτοῦ καὶ εἰκόνας ἐνόπλους ἐπι-
[χρύσου]ς καὶ ἀγάλματα καὶ ἀνδριάντας ἐν ἱεροῖς ἢ δημοσί-
[οις τό]ποις, ὡς ἂν αὐτὸς προαιρῆται, ἐφ’ ὧν καὶ τὰς ἀναλο-
[γουμέν]ας τῇ τε εὐγενείᾳ αὐτοῦ καὶ τῇ περὶ τὸν βίον~
[σεμ]νότητι καὶ σωφροσύνῃ ἐπιγραφὰς γενέσθαι.✳~