I.Aphrodisias 222

Home > Asia > Turkey > Caria > Aphrodisias > I.Aphrodisias 222

Dating

No information available.

Text

1 οἱ νέοι
[ἐτεί]μ̣ησαν ταῖς καλλίσταις
καὶ μεγίσταις καὶ πρώταις τειμαῖς
Ἄδραστον Νεικοτείμου τοῦ
5 Ἀρτεμιδώρου τοῦ Ζήνωνος Ἱέρακος,
υἱὸν νέων, ἄνδρα μέγαν φιλόπατριν
καὶ φιλοπολείτην καὶ εὐεργέτην καὶ
κτίστην γεγονότα διὰ προγόνων
τοῦ δήμου, ἀρχιερατεύσαντα τῶν
10 Σεβαστῶν, γυμνασιαρχήσαντα δὶς
δρακτοῖς ἐλαίοις ἐπιρύτοις ἀνελ̣-
λιπῶς, στεφανηφορήσαντα δίς,
ἀγωνοθετήσαντα τρίς, ἀγορ[α]-
ν̣ομήσαντα τετράκις, κτίστην,
15 π̣ρεσβεύσαντα πλεονάκις ὑπὲρ
[τ]ῆς πατρίδος, γενόμενον ἔκδι-
κ̣ον δημοσίων πραγμάτων, πε-
ποιημένον ἑστιάσεις καὶ ἐπιδό-
σεις ἐκ τῶν ἰδίων πολυτελεῖς διά
20 τε τὴν πρὸς τὴν πατρίδα διηνεκῆ
εὔνοιαν καὶ διὰ τὴν πρὸς τοὺς̣ νέ-
ους φιλάγαθον διάθεσιν ζῶντα
vacat πρὸς ὑπόδειγμα ἀρετῆς·
[τ]ὴν δὲ ἀνάθεσιν τοῦ ἀγάλματος [πε]-
25 [π]οιῆσθαι τοὺς νέους ἐκ τῶν ἰδίων ἐπι-
μεληθέντος Ἑρμογένους το[ῦ] Ὑψικ̣λέους
φύσε[ι] δὲ Ἑρμοῦ τοῦ γραμματέ̣ω̣ς τῶν
νέων ἐργεπιστατήσαντος Παν̣φίλου
vacat τοῦ Ἀρτέμωνος Κροκίωνος.