I.Anazarbos 21

Home > Asia > Turkey > Cilicia > Anazarbos > I.Anazarbos 21

Dating

No information available.

Text

Αὐτοκ[ράτορι Καί]σ[α]ρι θεοῦ Οὐεσπασιανοῦ υἱῷ
〚Δομιτιανῶι〛 Σεβαστῶι Γερμανικῶι ἀρχιερεῖ μεγίστωι,
δημαρχικῆς ἐξουσίας τὸ ιβʹ, αὐτοκράτορι τὸ κβʹ, ὑπάτωι τὸ ϛιʹ, τει-
μητῇ διὰ βίου, πατρὶ πατρίδος Διονύσωι Καλλικάρπωι Λούκιος
Οὐαλέριος Λουκίου υἱὸς Κολλείνα Νίγερ δημιουργήσας καὶ ἱερασάμενος
θεᾶς Ῥώμης καὶ Λούκιος Οὐαλέριος Λουκίου υἱὸς Κολλείνα Οὐᾶρος Πωλλίων
ἱερασάμενος θεοῦ Τίτου Καίσαρος Σεβαστοῦ καὶ δημιουργήσας καὶ ἱε-
ρασάμενος θεᾶς Ῥώμης τὸν ναὸν ἀντὶ τῶν ἱερωσυνῶν καὶ δημιουρ-
γίδων, καθὰ ὑπέσχοντο τῷ δήμῳ πατὴρ καὶ υἱός, ἐκ τῶν ἰδίων.
Κοΐντος Γέλλιος Λόνγος πρεσβευτὴς καὶ ἀντιστράτηγος
αὐτοκράτορος 〚Δομιτιανοῦ〛 Καίσαρος Σεβαστοῦ Γερμανικοῦ καθιέρωσεν.