Didyma 170
Dating
written: 283 - 305 CE
Text
1 vacat ἀγαθῇ τύχηι.
Αὐτοκράτωρ Καῖσαρ Μᾶρκος
Αὐρήλιος Οὐαλέριος Διοκλητιαν[ὸς]
καὶ Αὐτοκράτωρ Καῖσαρ Μᾶρκος
5 Αὐρήλιος Οὐαλέριος Μαξιμιανὸς
οἱ θεοφιλέστατοι βασιλῆς τὰ
ἀγάλματα τοῦ τε Διὸς καὶ τῆς
Λητοῦς ἅ̣μ̣[α τοῖς] διδύμοις θ̣[ε]-
[οῖς ․․․9-10․․․ καὶ τοῖς ․․․οις]
10 τῷ Διδυμεῖ Ἀπόλλωνι ἀνέθεσαν̣
ἐπιμελησαμένου τῆς ἀναστάσε-
ως αὐτῶν Τίτου Φλαβίου Φήστου
τοῦ λαμπροτάτου ἀνθυπάτου.
vacat
15 vacat εὐτυχῶς.