CIG 4413

Home > Asia > Turkey > Cilicia > Iotape > CIG 4413

Dating

No information available.

Text

ὁ δῆμος ἐτείμησεν Νινειν
Κοιτος τοῦ Νινει, ἄνδρα ἀ-
γαθόν, ἀρχιερασάμενον τῶν
Σεβαστῶν καὶ πολλὰ περὶ τὴν
5 πατ[ρ]ίδα ἐκ προγόνων πεφιλο-
τειμημέ[νον, ἀρετῆς] ἕνεκα καὶ
εὐνοίας τῆς εἰς αὐτόν.

b.1 ὁ δῆμος ἐτείμησεν Μό-
ψον Νινειτος, ἄνδρα
ἀγαθόν, ἐκ προγόνων
πεφιλοτειμημένον,
5 ἀρετῆς ἕνεκα καὶ εὐ-
νοίας τῆς εἰς αὐτόν.

c.1 ὁ δῆμος ἐτείμησεν
Κόνωνα Νινε[ι] νέον, νεανίαν
ἀ[γ]αθόν, προγόνων παναρέτων
καὶ δεκαπρώτων, πατρὸς δη-
5 μιουργήσαντα(!) συνφερόντως
τῇ πόλει καὶ παραφυλάξαντος
πιστῶς καὶ σειτωνήσαντος,
ἀρετῆς ἕνεκεν καὶ εὐνοίας
τῆς εἰς αὐτὸν· τὸν δὲ ἀνδρι-
10 άντα ἀνέστησεν Νάνας Ἀπα-
τουρίου ἡ μήτηρ αὐτοῦ.
{²Below, by another hand:}² ΦΗζ̣ΦΥΤΑϹ

d.1 ὁ δῆμος ἐτείμησεν Ινδουν Ουα-
ξανδοβηρου, ἄνδρα ἀγαθὸν καὶ φι-
λότειμον, γονέων ἀγαθῶν καὶ
διασήμων, ἀρχιερα<τ>εύσαντα
5 τοῦ Σεβαστοῦ καὶ γυμνασιαρ-
χήσαντα πολυτελῶς, ἀρετῆς
ἕνεκεν καὶ εὐνοίας τῆς εἰς αὐ-
τόν.