AJA 1885, 142.3

Home > Asia > Turkey > Phrygia > Iscehisar > AJA 1885, 142.3

Dating

No information available.

Text

εν— — — — — — — — — — — — — — — — —αν—
  μοια— — — — — — — — — — — — — — — — —
τῇδε πατὴρ Μακεδὼν [στήλην καὶ τύνβ]ον ἔτευξεν,
  παρθένον αἰδοίην παῖδ’ [ὀλο]φοιράμενος {²⁶ὀλοφυράμενος}²⁶.
5 καὶ τύπον ἐν στήλῃ τεχνήσατο, παιδὸς ἄγαλμα,
  ἐς μνήμην ζωοῖσι καὶ εἰς ἀρετὴν φθιμένοισι
γνῶ[σ]ίν τ’ ὀψ<ι>γόνων ἥντινα τύνβος ἔχει.
  εἰ δέ τις εἰ<ς> στήλην ἢ τύνβον τήνδ’ ἀλίτηται,
αἰεί οἱ γενεή τε καὶ οἶκος πήματ’ ἔχοιτο,
10   πάντοτε νηπιάχους παῖδας ὀδυραμένῳ.