Thèbes à Syène 241

Home > Africa > Egypt > Elephantine > Thèbes à Syène 241

Dating

No information available.

Text

[ὸν τῶν Αἰγυπτίων τρόπον, καὶ τοὺς ἱερεῖς θεραπεύειν τὰς εἰκόνας τρὶς τῆς ἡμέρας καὶ παρατιθέναι αὐταῖς ἱερὸν κόσμον καὶ τἆλλα τὰ νομιζόμεν]α συντελεῖν καθὰ καὶ [τ]ο̣ῖ̣ς ἄλλο̣ι̣ς̣ θ̣εοῖς ἐν ταῖς̣ ἑ[ορ]τ̣αῖ̣ς̣ κ̣α̣ὶ̣

[πανηγύρεσιν· ἱδρύσασθαι δὲ βασιλεῖ Πτολεμαίωι θεῶι Ἐπιφανεῖ Εὐχαρίστωι τῶι ἐγ βασιλέως Πτολεμαίου καὶ βασιλίσσης Ἀρσινόης θεῶν Φιλοπατόρων, ξόανόν τε] κ̣α̣ὶ̣ ν̣α̣ὸν χρυσοῦν̣ [κ]α̣θ̣’ ἕκαστο̣ν ἱερὸν καὶ καθιδρῦσαι ἐν το̣ῖ̣ς ἀδύ-

[τοις μετὰ τῶν ἄλλων ναῶν, καὶ ἐν ταῖς μεγάλαις πανηγύρεσιν, ἐν αἷς ἐξοδεῖαι τῶν ναῶν γίνονται, καὶ τὸν τοῦ θεοῦ Ἐπιφανοῦς Εὐ]χαρίστου ναὸν συνε[ξοδεύειν· ὅπως δ’ εὔσ]η̣μ̣ος ἧι νῦν̣ τε̣ καὶ εἰς τὸ̣ν̣ ἔ̣πειτα χρόνον, ἐπικ̣ε̣ῖ̣σθ̣α̣ι τῶι ναῶι τὰς τοῦ βασιλ-

[έως χρυσᾶς βασιλείας δέκα, αἷς προσκείσεται ἀσπίς, καθάπερ καὶ ἐπὶ πασῶν τῶν ἀσπιδοειδῶν βασιλειῶν τῶν ἐπὶ τῶν ἄλλων ναῶν· ἔ̣σται δ’ αὐτῶν ἐν τῶι μέσωι ἡ κ]α̣λ̣ο̣υμέ̣ν̣η [ψ]χ̣ὲ̣ντ βασιλεία, ἣν περιθέμενος εἰσῆλθεν εἰς τὸ ἐν̣ Μ̣έ̣μ̣φ-



[οῦ Ἐπιφανοῦς Εὐχαρίστου ἱερεῖς πρὸς τοῖς ἄλλοις ὀνόμασιν τῶν θεῶν, ὧν ἱερατεύουσιν, καὶ καταχωρίσαι εἰς πάντας τοὺς χρηματισμοὺς καὶ εἰ]ς τοὺς δ̣α̣κτυλ̣ί̣ο̣υ̣[ς ἐγκολάψαι τὴν] ἱερατείαν αὐτοῦ· ἐξεῖναι δὲ καὶ τοῖς ἄλ̣λ̣οι̣ς̣

[ἰδιώταις ἄγειν τὴν ἑορτὴν καὶ τὸν προειρημένον ναὸν ἱδρύεσθαι καὶ ἔχειν παρ’ αὑτοῖς συντελοῦντας τὰ νόμιμα ἐν ἑορταῖς ταῖς τε κατὰ μῆνα καὶ ταῖς κατ’ ἐνιαυτόν, ὅπως γν]ώριμον ἦι διότι οἱ ἐν Α̣ἰ̣[γυπτωι αὔξουσι καὶ τιμ]ῶ̣σ̣ι̣ τὸν θ̣εὸν Ἐπιφα̣ν̣ῆ̣ Εὐχάριστο-

[ν βασιλέα, καθάπερ νόμιμόν ἐστιν αὐτοῖς· τὸ δὲ ψήφισμα τοῦτο ἀναγράψαι εἰς στήλας στερεοῦ λίθου τοῖς τε ἱεροῖς καὶ ἐγχωρίοις καὶ ἑλληνικοῖς γράμμασιν, καὶ στῆσαι ἐν] ἑ̣κ̣ά̣στωι τῶν τε πρώτων καὶ δευ̣τ̣έ̣ρ̣ω̣ν̣ κ̣α̣ὶ̣ τ̣ρ̣ίτω̣ν̣ ἱερῶν πρὸς τῆι εἰκόνι [τῆι τοῦ αἰωνοβίου βασιλέως].