SGDI II 2085

Home > Europe > Greece > Phokis > Delphi > SGDI II 2085

Dating

No information available.

Text

Ἱστιὼ καὶ ἀνέφαπτος οὖσα ἀπὸ πάντων, κυριεύουσα αὐσωτᾶς, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. μὴ ἐξέστω δὲ Ἑστιὼ ἀλλαχᾶι κατοικεῖν, ἀλλ’ ἢ ἐν Δελφο[ῖ]ς.

στεφανούτω δὲ κατὰ μῆνα νουμηνίαι καὶ ἑβδόμα τὴν Φίλωνος εἰκόνα δαφνίνωι στεφάνωι πλεκτῶι. μάρτυρες· τοὶ ἱερεῖς Ἄθανβος, Ἀμύντας καὶ οἱ ἄρχον-

τες Βούλων, Μελισσίων, Ξένων, ἰδιῶται Μαντίας Κλεοδ[ά]μου, Ξενέας Βαβύλου, Καλλίερος Δελφοί.