Prose sur pierre 16

Home > Africa > Egypt > Nile Delta > Sais > Prose sur pierre 16

Dating

No information available.

Text

τρόπον, καὶ τοὺς ἱερεῖς θεραπεύειν τὰς εἰκόνας τρὶς τῆς ἡμέρας καὶ παρατιθέναι αὐτοῖς ἱερὸν κόσμον καὶ τἆλλα τὰ νομιζόμενα συντελεῖν καθὰ καὶ τοῖς ἄλλοις θεοῖς ἐν [ταῖς ἑορταῖς καὶ πα]-

νηγύρεσιν. ἱδρύσασθαι δὲ βασιλεῖ Πτολεμαίωι θεῶι Ἐπιφανεῖ Εὐχαρίστωι, τῶι ἐγ βασιλέως Πτολεμαίου καὶ βασιλίσσης Ἀρσινόης θεῶν Φιλοπατόρων, ξόανόν τε καὶ ναὸν χρυ[σοῦν καθ’ ἔκαστον τῶν]

ἱερῶν καὶ καθιδρῦσαι ἐν τοῖς ἀδύτοις μετὰ τῶν ἄλλων ναῶν, καὶ ἐν ταῖς μεγάλαις πανηγύρεσιν, ἐν αἷς ἐξοδεῖαι τῶν ναῶν γίνονται, καὶ τὸν τοῦ θεοῦ Ἐπιφανοῦς Εὐ[χαρίστου ναὸν συνε]-

ξοδεύειν. ὅπως δ’ εὔσημος ἦι νῦν τε καὶ εἰς τὸν ἔπειτα χρόνον, ἐπικεῖσθαι τῶι ναῶι τὰς τοῦ βασιλέως χρυσᾶς βασιλείας δέκα, αἷς προσκείσεται ἀσπίς [καθάπερ καὶ ἐπὶ πασῶν]



καὶ τοῦ θεοῦ Ἐπιφανοῦς Εὐχαρίστου ἱερεῖς πρὸς τοῖς ἄλλοις ὀνόμασιν τῶν θεῶν ὧν ἱερατεύουσιν, καὶ καταχωρίσαι εἰς πάντας τοὺς χρηματισμοὺς καὶ εἰς τοὺς δ[ακτυλίους οὓς φοροῦσι προσεγκολάπτεσθαι τὴν]

ἱερατείαν αὐτοῦ. ἐξεῖναι δὲ καὶ τοῖς ἄλλοις ἰδιώταις ἄγειν τὴν ἑορτὴν καὶ τὸν προειρημένον ναὸν ἱδρύεσθαι καὶ ἔχειν παρ’ αὑτοῖς συντελο[ῦντας τὰ νόμιμα ἐν ἑορταῖς ταῖς τε κατὰ μῆνα καὶ]

[ταῖ]ς κατ’ ἐνιαυτόν, ὅπως γνώριμον ἦι διότι οἱ ἐν Αἰγύπτωι αὔξουσι καὶ τιμῶσι τὸν θεὸν Ἐπιφανῆ Εὐχάριστον βασιλέα, καθάπερ νόμιμόν ἐστι[ν αὐτοῖς· τὸ δὲ ψήφισμα τοῦτο ἀναγράψαι εἰς στή]-