IG XI,2 287

Home > Europe > Greece > Aegean > Delos > IG XI,2 287

Dating

No information available.

Text

ἔργον. ἐπισκευάσαι τοῦ Κερατῶνος τὰ προσχρήιζοντα καθ’ ἃ ὁ ἀρχιτέκτων ἐξηγεῖτο, ἠργώνησε Πατροκλῆς δραχμῶν Η𐅄ΔΔΔΔ, καὶ τοῦτο ἔλαβε συντελέσας τὰ ἔργα κελεύοντος ἀρχιτέκτονος. τῶν

ναῶν καὶ τῶν οἴκων καὶ τοῦ γυμνασίου διακέσασθαι τὸν κέραμον τὸν κατειαγότα καὶ τὸν καθηλμηκότα ἆραι ἠργώνησεν Ἀντίγονος, τὸ ζεῦγος 𐅁//, καὶ ἔλαβε ΔΔ𐅃ΙΙΙΙ, καὶ ἀνακεραμῶσαι ἐ̣ν̣

τῆι παλαίστραι κεραμίδας τετταράκοντα πέντε, ἔλαβε δραχμὰς 𐅃. καὶ κεραμίδων ζεύγη ἠγοράσθη παρὰ τοῦ Χίου ἑκατὸν ἐνενήκοντα, τὸ ζεῦγος ΙΙΙΙ, καὶ παρὰ Περιάνδρου ζεύγη ἑξήκοντα πέντε,