IG XI,2 199

Home > Europe > Greece > Aegean > Delos > IG XI,2 199

Dating

No information available.

Text

τρηταὶ δύο ἡμιαμφόριον· ὁ μετρητὴς ΔΔ· Πόρωι καὶ Κτήσωνι χρίσασι τὸν [Κ]ε̣[ρα]τ[ῶνα? ἄλλοι πίσσης μετρηταὶ — — ὁ μετρητης (pretium) — —]ΛΠ̣ΛΝΕΑΙζ ἀλεῖψαι ? ἀλείψαντι — — — — το̣ῦ̣

Θεσμοφορίου τὰς θύρας πάσας καὶ τὴν στοὰν 𐅃· Ἡρακλείδει τῶι τὰς θύρας τῆς σκηνῆς χρίσ[αν]τ[ι — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] μισθωτ[οῖς]

τοῖς τὴμ πίσσαν τὴμ παρὰ Μένωνος ἀπενέγκασι ΙΙΙ· ταῖς ἱερείαις εἰς κόσμησιν τῶν ἀγαλμάτ[ων — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — ἐ]π[ὶ]



τι τὸ ἔργον κατὰ τὴν συγγραφὴν ἀπέδομεν τὸ γινόμενον κελεύοντος ἀρχιτέκτονος καὶ ἐπιμελητοῦ· Νευγένει τῶι ἐγλαβόντι ἐγκαῦσαι τὰ κυμάτια τὰ [ἐπὶ τοῦ] θ[αλ]άμου οὗ ὁ φοῖνιξ τὸμ πόδα Ι𐅁, ἀ[πο]-

μετρήσαντι πόδας τετταράκοντα τὸ γινόμενον ·Δ· Ἀριστοκλῆι τῶι ἐγλαβόντι στρῶσαι τὴν στοὰν τὴν ἐν τῶι Ἀρτεμισίωι δραχμῶν ·ΔΔΔ𐅃𐅂, ὑπερελόντες τὸ ἐπιδέκατον ὃ ἐπετίμησεν ἀρχιτέ-

κτων τὸ λοιπὸν ἀπέδομ[εν ·ΔΔΔ]𐅂̣𐅂̣· [Φ]ιλώται τῶι ἐγλαβόντι τὴμ τράπεζαν τὴν ξυλίνην δραχμῶν ·𐅄Δ𐅃𐅂𐅂𐅂, συντελέσαντι τὸ ἔργον κατὰ τὴν συγγραφὴν ἀπέδομεν τὸ γινόμενον κελεύοντος



καὶ καταχ̣ρ̣ί̣σαντι τὸ τ̣ε̣ῖ̣χος τῆς σκηνῆς κατὰ τὴν συγγραφήν, ἀπέδομεν τὸ γινόμενον ἀρχιτέκτονος κελεύοντος καὶ τῶν ἐπιμελητῶν. Διονυσίωι τῶι ἐγλαβόντι οἰκοδομῆσαι δραχμῶν — — — — — — — —

καὶ τοῦ Πλι[ν]θίνου [κα]ὶ το[ῦ] ἐσ[χα]ρῶνος [καὶ τ]οῦ Θεορρήτου τὰ ἐκπεπτωκότα διακεσαμένωι, καὶ τοῦ Θεσμοφορίου δύο πτώματα οἰκοδομήσαντι καὶ τοὺς βωμοὺς καὶ τὸμ βόρειον τοῖχον καὶ τὴν στοὰν κ[αὶ τὸν ναὸν τ]ῆς Κόρ[ης]

ἐξαλείψαντι καὶ τὴν γωνίαν τοῦ ναοῦ [δι]ακεσαμένωι κατὰ τὴν συγγραφὴν ἀπέδομεν τὸ γινόμενον ἀρχιτέκτονος κελεύοντος. Θεοφάντωι τῶι ἐγλαβόντι τῆς παλαίστρας ὀροφῶσα[ι] τ[ὸν λουτρῶν]α κα[ὶ] τὸ π[αι]-

δαγωγεῖον καὶ τὸ ἀλειπτήριον καὶ τὴν ἐξέδραν καὶ τὴν στοὰν τὴν κατάβορρον καὶ τὰς ἀστέγους στοὰς δύο δραχμῶν ·ΧΗΗΗ𐅄· ἔδομεν τὴν πρώτην καὶ τὴν δευτέραν δόσιν κατὰ τὴν συγγ[ραφὴν κ]ελεύοντ[ος]

[ἀ]ρχιτέκτονος καὶ τῶν ἐπιμελητῶν δραχμὰς ·ΧΗΗΔ𐅃𐅂· οὐ συντελοῦντος δὲ Θεοφάντου τὰ ἔργα, ἐπιμισθωσάμενοι μετὰ τοῦ ἀρχιτέκτονος καὶ τῶν ἐπιμελητῶν συνετελέσαμεν τὴν ὀρόφωσιν τῆς ἐ[ξέ]-



λεύοντος ἀρχιτέκτονος καὶ τῶν ἐπιμελητῶν· Ἀναψυκτίδηι τῶι ἐγλαβόντι τὸν κέραμον ἐπὶ τὴμ παλαίστραν ζεύγη 𐅅, τὸ ζεῦγος 𐅂Ι𐅁𐅀, ἀπαγαγόντι τὸγ κέραμον καὶ παραριθμήσαντι ὑγιᾶ κατὰ τὴν συγγραφὴν π[αρόν]-

τος ἀρχιτέκτονος καὶ ἐπιμελητῶν ἀπέδομεν τὸ συλλογισθὲν ·𐅅ΗΔΔΔΔ𐅃ΙΙΙΙΙ· Διονυσίωι ἐγλαβόντι ἐδαφίσαι τὸ σφ[αι]ριστήριον καὶ τὰς στοὰς καὶ τὰς ἐξέδρας καὶ [τ]ὸν χοῦν ἐξενέγκαντι δραχμῶν ΗΔΔΔΔ· συν[τελέ]-

σαντι κατὰ τὴν συγγραφὴν ἀπέδομεν τὸ γινόμενον κελεύοντος ἀρχιτέκτονος· Φιλώται καὶ Δεξίωι ἐγλαβοῦσι κατασκευάσαι ἐπὶ τὴν θύραν τῆς παλαίστρας μοχλὸν [κ]αὶ βαλανάγραν δραχμῶν 𐅄ΔΔΔΙΙΙ· συντε[λέσασι]