IG XI,2 161

Home > Europe > Greece > Aegean > Delos > IG XI,2 161

Dating

No information available.

Text

λας παρὰ βουλευτῶν τῶν ἐπ’ ἄρχοντος Ὑψοκλέους ·Η𐅄ΔΔ𐅃· ἃς ἐξέτεισε Ἀρίγνωτος Ἀντιπάτρου ὑπὲρ τῆς ἐγγύης ἧς ἠγγύητο Δίαιτον Ἀπολλοδώρου

τῆς τοῦ θεάτρου περιοικοδομίας τὸ καθ’ αὑτὸν μέρος· καὶ παρ’ Ἀντικράτους τοῦ Τιμησιδήμου ἀντὶ τοῦ παλαιοῦ ἀργυρίου δραχμὰς ·Η· τοῦ

φοίνικος τοῦ περιγενομένου ἀπὸ τοῦ παραδείγματος, παρὰ Φανέου ·𐅃𐅂· τῶμ περιστερῶν τῆς κόπρου ·𐅃𐅂· τῆς πορφύρας ·Δ𐅂𐅂· συκαμίνο[υ ․].



δραχμὰς ·𐅄𐅃. ὑπὲρ Θεοφίλου τοῦ ἐργολαβήσαντος τὰς παραετίδας ἐργάσασθαι τῶι νεῶι τῆς Ἀρτέμιδος τοῖς ἐγγυηταῖς αὐτοῦ Σωσιμένει

καὶ Τιμησιδήμωι συντελέσασι τὸ ἔργον κατὰ τὴν συγγραφὴν τὸ ἐπιδέκατον ἀπεδώκαμεν δραχμὰς ·ΗΔΔΔ𐅃. τοῦ θεάτρου τὴν ὀρχή-

στραν καὶ τοὺς θάκους ἀνακαθάρασι καὶ τὸγ χοῦν ἐξενέγκασι μισθωτοῖς ἀρχιτέκτονος ἐγδόντος μισθὸς ·𐅃𐅂𐅂. καὶ τάδε ἄλλα ἐδώκαμεν·