IG IV 558

Home > Europe > Greece > Peloponnesos > Argos > IG IV 558

Dating

No information available.

Text

εὐνοίαι τε καὶ φιλαγαθίαι περὶ τὰ κοινὰ τῆς συνόδου πράγματα ι καὶ [στεφα]νῶσαι αὐτ[ὸν χρυσῶι στεφάνωι],

ὧι πάτριον ἡμῖν ἐστιν, ἐν τῆι τοῦ θεοῦ ἡμέραι, στῆσαι δὲ αὐτοῦ καὶ [εἰκ]όνα χαλκῆ[ν ἔχουσαν τήνδε τὴν ἐπι]-

γραφὴν "τὸ κοινὸν τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν τῶν ἐ[ξ] Ἰσθμοῦ καὶ Νεμέ[ας τῆς ἐν Ἄργει συνόδου Ζήνωνα]

Ἑκατοδώρου Ἀργεῖον ἀρετῆς ἕνεκεν καὶ εὐεργεσίας τῆς εἰς [τὴν σύνο]δον". [τὸ δὲ γινόμενον ἀνάλωμα εἰς τὴν εἰκό]-

να δ̣ότω τῶι κατασταθέντι τῆς εἰκόνος ἐπιστάτηι Ξένων ὁ [ταμίας, τὴν] δὲ [ἐπιμέλειαν εἰς τὴν παρασκευὴν τοῦ στε]-

φάνου ποιησάσθω ὁ γραμματεὺς Ἀριστοκλῆς, καὶ οἱ ἄρχοντες [οἵ τε νῦν] κ[αὶ οἱ ἀεὶ κατασταθέντες καὶ ὁ ἀεὶ]



τῶν ἐξ Ἰσθμοῦ καὶ Νεμέας τῆς ἐν Ἄργει συνόδου στε[φανοῖ χρυσῶι στεφάνωι Ζήνωνα Ἑκατοδώρου Ἀργεῖον ἀρε]-

τῆς ἕνεκεν καὶ εὐεργεσίας, ἧς ἔχων διατελεῖ ε[ἰς τὴν σύνοδον καὶ ἔστησεν αὐτοῦ εἰκόνα χαλκῆν ἐν τῶι τε]-

μένει, τύχῃ τῆι ἀγαθεῖ". ἀναγραψάτω δὲ καὶ ὁ καταστ[αθεὶς τῆς εἰκόνος ἐπιστάτης τὸ τῆς συνόδου ψήφισμα τόδε]