IG IV²,1 66

Home > Europe > Greece > Peloponnesos > Epidaurus > IG IV²,1 66

Dating

written: 74 BCE

Text

δ̣ὲ καὶ πᾶσιν σ̣πυρῶν ἡμέδιμνον, ἔτι δὲ τῶν Διονυσίων

ἀγωνοθέτας̣ ὑπάρχων ἀτελὴς καὶ οὐ [κ]ατεσταμένος ἀ-

γωνοθέτας, ἀγορανομῶν δὲ καὶ φιλοδ[ό]ξ[ω]ς, καὶ ταῦτα

ἐπετέλεσε καὶ τὰν μεγίσταν ὑπέμεινε δαπάναν, εὐσε-



γορεύσιος τοῦ στεφάνου τὰν ἐπιμέλειαν ποιεῖσθαι

τοὺς ἀεὶ ἀντιτυνχάνοντας δαμιοργοὺς καὶ τὸν ἀγωνο-

[θ]έταν καὶ τοὺς ἑλλανοδίκας· καλεῖσθαι δὲ καὶ εἰς̣ προεδρί-

[αν] Εὐάνθη Εὐνόμου καὶ ἐγγόνους αὐτοῦ καὶ ἐν τᾶι πανα-

[γ]ύρει τῶν Ἀπολλωνιείων καὶ Ἀσκλαπιείων, καὶ οἱ δαμιορ-

γοὶ διδόντω τῷ ἀγωνοθέτᾳ ἐν τᾶι ἀπογραφᾶι μετὰ τῶν ἄλ-

λων, ὧν ἂν δόξῃ καλεῖσθαι εἰς προεδρίαν μετὰ τὸ ἀνα-