IG II² 1176

Home > Europe > Greece > Attica > Athens > IG II² 1176

Dating

No information available.

Text

τούτους δ’ ἀπογράψα[ι τὸν δήμαρχον πρὸς τοὺς πριαμέ]-

νους τὸ θέατρον· εἶν[αι δὲ προεδρίαν τοῖς ἱερεῦσιν]

καὶ τῶι δημάρχωι κα[ὶ τοῖς ταμίαις καὶ τῶι κή]-



— — — — — — — — — — — — — — — — — — — — — — —

[— — — — — — — — τοὺς πριαμένους τὸ θέατρο]ν πα[ρέ]-

[χειν τοῖς δημότα]ις ἡδ[ω]λιασμένην τὴν θέαν [κα]-

[τὰ τ]ὰ πάτρια· ἐὰν δὲ μὴ ποήσωσιν κατὰ τὰς συνθ[ή]-

κας τὰς περὶ τὸ θέατρον, οἰκοδομῆσαι μὲν Πειρα-

έας τὰ δεόμενα, τὰ δ’ ἀναλώματα τοῖς πριαμένοις

εἶναι· ἐπιτιμητὰς δὲ αἱρεῖσθαι Πειραέας ὅταν πα-

ραδιδῶσι τὸ θέατρον τρεῖς ἄνδρας ἐκ Πειραέων.

ἀναγράψαι δὲ τὸν δήμαρχον καὶ τοὺς ταμίας ἀντί-



ἔμπροσθε χρόνωι καὶ πεπόηκεν τριακοσίαις δρα-

χμαῖς πλέον εὑρεῖν τὸ θέατρον, στεφανῶσαι αὐτ-

ὸν θαλλο͂ στεφάνωι ἀρετῆς ἕνεκα καὶ δικαιο-

σύνης τῆς εἰς τοὺς δημότας· στεφανῶσαι δὲ

καὶ τοὺς πριαμένους τὸ θέατρον Ἀριστοφάνην

Πειραέα, Μελησίαν Λαμπτρέα, Οἰνοφῶντα