IG II² 1046

Home > Europe > Greece > Attica > Athens > IG II² 1046

Dating

No information available.

Text

τερον οὔσης εἰς τὸ ἱερὸν εἰσόδου, ὁμοίως δὲ καὶ τὴ̣ν ὀπίσω

τοῦ προπύλου στέγην, ἔτι δὲ καὶ τὸν ναὸν τοῦ ἀρχαίου 〚ου〛 ἀφι-

δρύματος τοῦ τε Ἀσκληπιοῦ καὶ τῆς Ὑγιείας καὶ διὰ τοῦτο παρα-



ἰδίων θυρῶσαι τὸ ἀρχαῖον πρόπυλον, στεγάσαι δὲ καὶ τοῦ

προπύλου τὸ ὀπίσωι μέρος καὶ τὸν ναὸν τὸν ἀπέναντι τῆ[ς]

εἰσόδου χάριν τοῦ τὴν ἀρχαίαν ἀποδοθῆναι τῶι ἱερῷ τάξιν· vv ἀγαθῇ



καὶ στεγάσαι τοῦ προπύλου τὸ ὀπίσωι μέρος, κατασκευάσα[ι]

δὲ καὶ τὸν ἀρχαῖον ναὸν καθάπερ παρακαλεῖ καὶ ποιήσασθαι τὴν ἐπ[ι]-

γραφὴν ἐπὶ μὲν τῶν θυρῶν καὶ τῆς στέγης τήνδε· vv Διοκλῆ[ς]



φισιεὺς νεώιτερος ἱερεὺς γενόμενος ἐν τῶι ἐπὶ Λυσιάδου

ἄρχοντος ἐνιαυτῶι τὸν ναὸν κατασκευάσας ἐκ τῶν ἰδί-

ων Ἀσκληπιῶι καὶ Ὑγιείᾳ καὶ τῶι δήμωι ἀνέθηκεν· ἵνα τούτων συν-