IG II² 1006

Home > Europe > Greece > Attica > Athens > IG II² 1006

Dating

No information available.

Text

Φαληροῖ κἀκεῖθεν πάλιν συνεισήγαγον μετὰ φωτὸς μετὰ πάσης εὐκοσμίας, εἰσήγαγον δὲ [κ]αὶ τὸν Διόνυσον ἀπὸ τῆς ἐσχά-

ρας εἰς τὸ θέατρον μετὰ φωτὸς καὶ ἔπε[μ]ψαν τοῖς Διονυσίοις ταῦρον ἄξιον τοῦ θεοῦ ὃν καὶ ἔθυσαν ἐν [τ]ῶι ἱερῶι τῆι πομπῆι· ἐφ’ ᾧ

καὶ ἐστεφανώθησαν ὑπὸ τοῦ δήμου· συντ[ελ]ουμένης δ[ὲ] καὶ τῆς θυσίας τῆι Ἀθηνᾶι τῆι Νίκῃ συνεπόμπευσαν καλῶς καὶ εὐσχημό-



λαμπάδας· ἐποιήσατο δ[ὲ καὶ τοὺς] ἐν τοῖς γυμνασ[ίοις δρόμους, τοῖς τε φίλοις καὶ συμ]μάχοις Ῥωμα[ί]οις ἐποιήσατο τὰς ἀπαντήσεις· παρέπεμψε δὲ καὶ

τὴν Παλλάδα Φαληροῖ κἀ[κεῖθεν συνεισή]γαγεν μετὰ φω[τός, ὁμοίως δὲ καὶ τὸν Διόνυσο]ν συνεισήγαγ[ε]ν εἰς τὸ θέατρον· ἐφήδρευσεν δὲ καὶ ταῖς ἐκκλησί-

αις ἐν ὅπλοις εὐτακτοῦν[τας τοὺς ἐφήβο]υς παρεχόμενο[ς· ἐποιήσατο δὲ καὶ τὰς ἀποδε]ίξεις αὐτῶν [τῆι] βουλῆι ἔν τε τοῖς Θησείοις καὶ Ἐπιταφ[ί]οις καὶ τοὺς κα-