ID 461

Home > Europe > Greece > Aegean > Delos > ID 461

Dating

No information available.

Text

[ἄλλον, ἐν ὧι ἐνῆσαν — — — — — — — — —]ΗΗΗ, ἀπὸ τῆς Νυμφοδώρου καὶ Ἡρακλείδου, [ὃ]ν ἔθεσαν ἱεροποιοὶ Χαρίστιος καὶ Φωκίων, τὸ περιὸν ἐν τῆι στ[ή]ληι· κοτύλην, ἐν ἧι ἐν[εῖσαν — —]

[— — —, ἀπὸ τῆς Νυμφοδώρου καὶ Ἡρα]κλείδου, ἣν ἔθεσαν ταμίαι Μνησικλείδης καὶ Βούλων ἀπὸ τοῦ εἰς τὸ θέατρον· στάμνον, ἐν ὧι ἐνῆ[σα]ν Χ — — — — — — 𐅀, ἀπὸ τῆς Νυμ[φοδώρου]

[καὶ Ἡρακλείδου, — — — — — — — —]ν εἰς ἀλεξανδρείου λόγον ἀπὸ τοῦ πρυτανείου· ἄλλον, ἐν ὧι ἐνῆσαν ΧΧΧΔ𐅃𐅂𐅂𐅂Ι, ἀπὸ τῆς Νυμφοδώ[ρου κ]αὶ Ἡρ[ακλεί]δου, ὃν ἔθεσαν ταμ[ίαι — — —]



[ἔθεσαν ἱεροποιοὶ Ἄμν]ος, Χαρίλας, Χαρικλείδης, Ἀγόραλλος, ἀφ’ οὗ ἀνέφερον ἐν τεῖ στήλει· ἄλλον, ἐν ὧι ἐν[εῖ]σαν ΗΗΗ𐅃𐅂𐅂𐅁𐅀, ἀπὸ τῆς Φιλοφῶντος κ[αὶ Πακτύ]-

[ου, ὃν ἔθεσαν ταμίαι] Ξένων κ[αὶ Θεοκ]υδίδης, τὸ περιὸν ἀπὸ τῶν τεχνιτῶν εἰς τὸ θέατρον· ἄλλον, ἐν ὧι ἐνεῖσαν ΔΔΔΔ, ἀπὸ τῆς Φιλοφῶντος καὶ Πακτύου, ὃν ἔθ[εσαν —]

[— — — — — — — — — —, τε]λῶν, [ὅρ]ων· ἄλλον, ἐν ὧι ἐνεῖσαν 𐅅ΗΗΗΗ, ἀπὸ τῆς Φιλοφῶντος καὶ Πακτύου, ὃν ἔθεσαν ἱεροποιοὶ Κραταίβιος, Ἀριστόβουλος, Ἀκριδίων, [Ἀντίγονος]