ID 439

Home > Europe > Greece > Aegean > Delos > ID 439

Dating

No information available.

Text

[ἐν τῶι ναῶι ἐστιν, καὶ πῖλος ἀργυροῦς]· στέφανος χρυσοῦς ἐπὶ προκομίου καὶ ἡ ἀνατεθεῖσα φιάλη ἐπ’ ἄρχοντος Τηλεμνήστου ὑπὸ τῆς πόλεως τῆς Κώιων, ἀρχιθεώρου Ἀλθαιμένου· καὶ ἡ ἀνατε-

[θεῖσα φιάλη ἐφ’ ἱεροποιῶν Ὀρθοκλέους καὶ] Πολυβού[λ]ου, ἀνάθεμα Μενεστράτου Ἀθηναίου· ἄλλη φιάλη δεξιᾶς εἰσιόντων εἰς τὸν ναόν, Ἱπποκρίτου Κώιου ἀνάθεμα· ἄλλη φιάλη δεξιᾶς εἰσιόντων εἰς

[τὸν ναόν, ἐπ’ ἄρχοντος Τελεσαρχίδου, ἀνάθεμα Κώιων], ἀρχιθεώρου Νικαγόρα τοῦ Θεοδώρου. ἀριστερᾶς εἰσιόντ[ω]ν εἰς τὸν νεὼ τοῦ Ἀπόλλωνος· φιάλαι ἀργυραῖ ἐμ πλινθείοις ΔΔΔ𐅃· σκάφια ΙΙ καὶ χρυσοῦς

[ἐμ πινακίωι, Νικολάου ἀνάθεμα Ῥοδίου· δραχμὴ] καὶ [τ]έτραχμον ἐφέσια· καὶ ἃ ἔφασαν ἀνενεχθῆναι Μνησικλῆς κ[αὶ Δ]ιογένης παρ’ ἰδιωτῶν· φιάλη καρυωτή, ἐφ’ ἧς ἐπιγραφή· Νικάνωρ Ἀπόλλωνι Δηλίωι, ἱ[ε]-