ID 399

Home > Europe > Greece > Aegean > Delos > ID 399

Dating

No information available.

Text

[ἀ]ργύριον παρελάβομεν ἐν τῆι ἄλληι κιβωτῶι δημόσιον· στάμνον ἐν ὧι ἐνῆσαν ΧΧΧ, ἐπιγραφὴν ἔχοντα· Ἱε(ροῦ)?

[ἔθ]εσαν ταμίαι οἱ ἐπ’ ἄρχοντος Ἀπολλοδώρου Ἡγέας καὶ Ἀπολλόδωρος εἰς τὴν εἰκόνα τοῦ βασιλέως Ἀττάλου καὶ εἰς τὴν

[ε]ἰκόνα τοῦ ἰατροῦ Φιλίππου· ἄλλον στάμνον ἐν ὧι ἐνῆσαν ΧΧΧΧ𐅅ΗΗ𐅄𐅂ΙΙΙΙ𐅁Χ, ἐπιγραφὴν ἔχοντα· ἀπὸ τῆς Θέωνος

[ἐ]π’ Ἀπολλοδώρου Ποσιδεῶνος ἔθεσαν ταμίαι Ἡγέας καὶ Ἀπολλόδωρος τὸ περιγενόμενον ἀπὸ τοῦ διαταχθέντος εἰς



καὶ τὸ περιγενόμενον ἀπὸ τοῦ εἰς τὸ χῶμα ἐξαιρεθέντος· ἄλλον στάμνον ἐν ὧι ἐνῆσαν ΧΧΧΧ, ἐπιγραφὴν ἔχοντα· ἀπὸ τῆς Τ[ί]-

[μ]ωνος ἐπὶ Χαιρέου Ποσιδεῶνος ἔθεσαν ταμίαι Διάκριτος καὶ Νίκων εἰς τὴν εἰκόνα τοῦ βασιλέως Ἀττάλου καὶ εἰς τὴν [εἰ]-

[κό]να τοῦ βασιλέως Ἀντιόχου καὶ τῆς βασιλίσσης Λαοδίκης· ἄλλον στάμνον ἐν ὧι ἐν ὧι ἐνῆσαν ΧΧΧΗΗΗΗ𐅄ΔΔ, ἐπιγραφὴν

[ἔ]χοντα· ἀπὸ τῆς Ἕλληνος καὶ Μαντινέως ἐπ’ Ὀλυμπιοδώρου Ποσιδεῶνος ἔθεσαν Ἀπατούριος καὶ Ἔμπεδος τὸν μισθὸν τῶν αὐ-