ID 365

Home > Europe > Greece > Aegean > Delos > ID 365

Dating

No information available.

Text

[τὰ]ς συγγραφὰς καὶ τὰς διεγγυήσεις, ὧν τὰ ἀντίγραφά ἐστιν ἐν ἱερῶι· Διφίλωι ἐργολαβήσαντι τὴν ἐργασίαν τῶν κιοκρά-

ν̣ων τῆι σ[τ]οᾶι τῆι πρὸς τῶι Ποσιδείωι 𐅅Η ἔδομεν πρώτην δόσιν ΗΗ· δευτέραν ΗΗ· τρίτην ΗΔΔ𐅃· τὸ λοιπὸν ἀρχιτέκτονος κε-

[λ]εύοντος ἔδομεν 𐅄ΔΔ𐅃. Φιλώται ἐργολαβήσαντι τὴν κρηπῖδα τῆς στοᾶς τῆς πρὸς τῶι Ποσιδείωι ΗΗΗΔΔΔΔ𐅃𐅂𐅂𐅂𐅂 πρώτη δόσι[ς]

ΗΔΔ𐅂𐅂𐅂· δευτέρα ΗΔΔ𐅂𐅂𐅂· τρίτη 𐅄Δ𐅂𐅂𐅂𐅂ΙΙ𐅀· λοιπὸν ἀρχιτέκτονος κελεύοντος ἔδομεν ΔΔΔ𐅃𐅂𐅂𐅂ΙΙΙ𐅁𐅀. Κτησισθένει ἐργολαβήσαντι τὴν

θεμ[ει]λ̣ί̣ωσιν τῶν κιόνων τῆς στοᾶς τῆς πρὸς τῶι Ποσιδείωι, τὸν πῆχυν 𐅃ΙΙΙΙ𐅁, πρώτη δόσις ΗΗΗΗ𐅂𐅂ΙΙΙ· δευτέρα Η𐅄· τρίτη

ΗΗΔ𐅂𐅂𐅂Ι𐅁· ἄλλη ΗΗΗΔ𐅃Ι̣· ἄλλη Η𐅄ΔΔΔ· ἄλλη ΗΗΔ̣𐅃ΙΙ𐅁𐅀· λοιπὸν ἔδομεν ἀρχιτέκτονος κελεύοντος 𐅄Δ𐅃𐅂. Κτησιφῶντι ἐργ[ο]-

λαβήσαντι τὴν ἐργασίαν τῶν στυλοβατέων τῆς στοᾶς τῆς πρὸς τῶι Ποσιδείωι ΗΗΗΔΔΔΔ πρώτην δόσιν ΗΔ𐅂𐅂𐅂ΙΙ· δε[υ]-

τέραν̣ ΗΔ𐅂𐅂𐅂ΙΙ· καὶ εἰς τὴν τρίτην ΔΔ καὶ 𐅄̣𐅦̣· καὶ τὸ λοιπὸν ἔδομεν κελεύοντος ἀρχιτέκτονος ΔΔΔ[Δ𐅂]𐅂ΙΙΙ. Κτησιφῶντι ἐ[ρ]-

γολαβήσαντι τὴν ὀρυχὴν τοῖς κίοσιν τῆς στοᾶς τῆς πρὸς τῶι Ποσιδείωι 𐅄ΔΔ𐅂𐅂𐅂𐅂ΙΙΙΙ𐅁 πρώτη δόσις ΔΔΔ𐅂𐅂Ι𐅁· καὶ τὸ λοιπ[ὸν]

ἔδομεν ἀρχιτέκτονος κελεύοντος ΔΔΔΔ𐅂𐅂ΙΙΙ. Τελέσωνι ἐργολαβήσαντι τὴν τῶν πώρων τομὴν καὶ ἀγωγήν, τὸν κίο-



πὸν τῆς τρίτης δόσεως Η𐅄ΔΔΔ𐅃ΙΙΙ𐅁̣· κα[ὶ τὸ λοιπ]ὸ[ν τῶ]ν κιόνων καὶ τῶν διαφραγμάτων ἀρχιτέκτονος κελεύοντος ἔδ[ο]-

μεν ΗΗ𐅄̣. [Θ]υμίαι ἐργολαβήσαντι τὴν [στ]άσ[ιν τῶν] κιόνων τῆς στοᾶς τῆς πρὸς τῶι Ποσιδείωι πρώτην δόσιν κιόνων

Δ, τὸν κίονα δρα(χμῶν) ΔΔΔΔ𐅃𐅂𐅂𐅂𐅂, ἔδομεν Η𐅄ΔΔΔΔ𐅃𐅂𐅂· δευτέραν 𐅄ΔΔΔΔ𐅃ΙΙΙ· τρίτην 𐅄ΔΔΔΔ𐅃ΙΙΙ 〚— —〛· τὸ δὲ λοιπὸν ὃ ἐπείχομεν ἕως ξυσθῶσ̣[ιν, ἔδο]-

[μ]εν κελεύοντος ἀρχιτέκτονος. Κτησισθένει ἐργολαβήσαντι τὴν στάσιν κιόνων Δ, τὸν κίονα 𐅄𐅂𐅂𐅂𐅂, τῆς στοᾶς τῆς πρὸς τῶι [Πο]-

σιδείωι πρώτη δόσις ΗΗΔ𐅃𐅂· δευτέρα Η𐅃𐅂𐅂𐅂· τρίτη Η𐅃𐅂𐅂𐅂· εἰς τὴν τετάρτην 𐅄Δ̣ καὶ ἄλλας ΔΔ καὶ ἄλλας ΔΔ𐅃𐅂𐅂𐅂 ἀρχιτέκτο[νος]