ID 290

Home > Europe > Greece > Aegean > Delos > ID 290

Dating

No information available.

Text

[τοῦ δεῖνος ξύλα] δέκα ἀνὰ 𐅂, τιμὴ Δ· μισθωτοῖς ἀπενέγκασιν ΙΙ· κεφαλὴ ΗΗΗΗΔΔΔΔ𐅃𐅂𐅂ΙΙ𐅁̣//. Βίωνι ἐργολαβήσαντι τὴν εἴσ[οδον τοῦ]

[θεάτρου ἐργάσα]σθαι 𐅅ΗΗΔ𐅃𐅂𐅂𐅂𐅂 ἔδομεν τὴν πρώτην δόσιν ΗΗΗ𐅄𐅃𐅂𐅂𐅂𐅂ΙΙΙ, καὶ τὴν δευτέραν ΗΗΔΔΔ𐅃𐅂𐅂𐅂𐅂ΙΙΙ· συντελέσαντ[ι δὲ τὸ ἔρ]-

[γον ἀρχιτέκτονος κε]λεύοντος ἀπέδομεν τὸ λοιπὸν ΗΔΔ· καὶ Μάχωνι γόμφους χαλκοῦς ποήσαντι εἰς τὰ ἐπιστύλια 𐅂𐅂𐅂𐅂. Κ[τησισθέ?]-

[νει ἐργολαβήσαντ]ι̣ τοῦ θεάτρου ἐπανελέσθαι κερκίδας δύο τὰς παρὰ τὴν εἴσοδον δραχμῶν 𐅄Δ ἔδομεν τὴν πρώτην δ[όσιν ΔΔΔ]·

[συντελέσαντι δὲ] τὸ ἔργον ἀρχιτέκτονος κελεύοντος ἀπέδομεν τὸ λοιπὸν ΔΔΔ. Κτησισθένει ἐργολαβήσα[ν]τι τ[ῆ]ς λιθεία[ς ἐπὶ τὴν]

[περίοδον τοῦ θ]εάτρου πόδας ἑκατόν, τὸμ πόδα 𐅃. ἔδομεν τὴν πρώτην δόσιν ΗΗ𐅄· ἀγαγόντι δὲ τοὺς λίθους ἐπὶ τὸ ἔργον, κα[ὶ ἀρχι]-

[τέκτονος ἀπομετρη]σαμένου πόδας ἑκατόν, τὸ λοιπὸν ἀπέδομεν ἀρχιτέκτονος κελεύοντος δραχμὰς ΗΗ𐅄· καὶ Γλαυκίαι τῆς λιθε[ίας ἐγ]-

[λαβόντι πόδας Η, τὸ]μ πόδ[α] δραχμῶν 𐅃, ἔδομεν τὴν πρώτην δόσιν ΗΗ𐅄· ἀγαγόντι δὲ τοὺς λίθους ἐπὶ τὸ ἔργον, καὶ ἀρχιτέκτον[ος ἀπο]-

[μετρησαμένου πόδας ἑ]κατόν, τὸ λοι[π]ὸν ἀπέδομεν ἀρχιτέκτονος κελεύοντος δραχμὰς ΗΗ𐅄. Κτησισθένει ἐγλαβόντι τῆς περιόδου τ[οῦ θεά]-

[τρου τὴν ἐργασία?]ν, τὸμ πόδα 𐅂𐅂𐅂ΙΙΙ̣, ἔδομεν τὴν πρώτην δόσιν ἐκ ποδῶν ΗΗ τριάκοντα ΗΗΗΗ𐅂𐅂ΙΙΙ, καὶ τὴν δευτέραν ἀρχιτέκτονος [κελεύ]-

[οντος ΗΗ𐅄Δ𐅃𐅂𐅂𐅂𐅂ΙΙ· Μά]χωνι γόμφους χαλκοῦς ποήσαντι εἰς τοὺς θάκους 𐅃· συντελέσαντι [δ]ὲ τὸ ἔργον, ἀπομετρησαμένου το[ῦ ἀρ]-

[χιτέκτονος, ἀπέδομ]εν τὸ λοιπὸν ΗΔΔΔ𐅂𐅂𐅂Ι· καὶ τῶν ἐπιγενομένων ποδῶν εἴκοσι ὀκτὼ μετρησαμένου τοῦ ἀρχιτέκτονος καὶ κε[λεύ]-

[οντος, ἀπέδομεν δ]ραχμὰς 𐅄ΔΔΔΔ𐅃𐅂𐅂𐅂· κεφαλὴ 𐅅ΗΗΗΗ𐅃𐅂𐅂𐅂. Ἰσοδίκωι καὶ Πανταγόραι ἐργολαβήσασιν τὴν περιοικοδομίαν τοῦ θεάτρο[υ ․․]

[— — — — — ο]υν καὶ τὴν ὀργυὰν Δ𐅂𐅂ΙΙΙΙ ἔδομεν τὴν πρώτην δόσιν ὀργυῶν τριάκοντα ΗΗΗ𐅄ΔΔΔ· μετρησαμένου δὲ τοῦ ἀρχιτέκτονος ὀρ[γυὰς]