ID 1441

Home > Europe > Greece > Aegean > Delos > ID 1441

Dating

No information available.

Text

[ἄλλη — — — — — — —, ἀνά]θεμα Δηλιάδων, ἐπιδόντος Πτολεμαίου τοῦ Λυσιμάχου· αὕτη διὰ τὸ πε-

[πτωκέναι ἐστὶν ἐν τῶι ναῶι κ]αὶ ἔχει ὑπογεγραμμένην τὴν αἰτίαν. κάτω· ἄλλη λεία ὡς ποδι[αί]α, οὐκ ἔχουσα

[πλινθεῖον — — — — — — — — —] αὕτη πέπτωκεν καί ἐστιν ἐν τῶι ναῶι· ἄλλην λείαν, ἀνάθεμα Δη-

[λιάδων χορεῖον ἐπιδόντω]ν Κώιων· αὕτη ἐστὶν ὑπὲρ τὸ ὑπέρθυρον· ἄλλη λεία ὡς δακτύλων δέκα, ἀνά-



[φιάλη καρυωτὴ ὡς τριπάλ]αστος ἐμ πλαισίωι, ἀνάθεμα Περιγένου Χίου· αὕτη πέπτωκεν καί ἐστιν ἐν

[τῶι ναῶι· ἄλλη λεία ὡς] ποδιαία, πρόσωπον ἔχουσα, ἀνάθεμα Ἀθηνίδος· αὕτη πέπτωκεν καί ἐστιν ἐν

[τῶι ναῶι· ἄλλη λεία ὡς τριπάλ]αστος ἐπάνω τοῦ πίνακος Ὠκυνείδου, ἀνεπίγραφος· ἄλλη λεία ἐμ πλαισίωι ὑποκάτω ἴση?

[— — — — — — —, ἀ]νάθεμα Δημητρίου Λοκροῦ· ἄλλη λεία ὡς τριπάλαστος πρὸς τεῖ γωνίαι τοῦ πίνα-



[— — — — — — — — — — — — — — —· φιάλ]ας τέτταρας ἐν τῶι δεξιῶι τοίχωι, ἀνάθεμα Ἁγνωνίδου, ἐμ πλαισίωι·

[ἄλλας τρεῖς ἃς ἀνέθηκαν Λυσίθεος κα]ὶ Ἡγίας ἐμ πλαισίωι· κάτω εἰσὶν ἐν τῶι ναῶι· ἄλλας φιάλας τρεῖς ἐμ πλαι-

[σίωι, ἐφ’ αἷς ἐπιγραφή. ὁ δῆμος ὁ Ἀθηναίω]ν ἐπ’ ἄρχοντος Ἀριστόλα ἐν τῶι ναῶι ἐπὶ ἱεροποιῶν Φιλεταίρου καὶ

[Κηφισοδότου· μάχαιραν ἱππικὴν ἐλεφαντί]νην προσηλωμένην, ἀνάθεμα Θυμώδα τοῦ Μέντορος· θύρωμα ἔχον

[ἥλους — — — — — — — — — — — — — — ἑξήκον?]τα, ὧν κολοβοὶ ΙΙΙΙ καὶ ἐν τῶι κρυπτῆρι 𐅃ΙΙ̣· ἐπίσπαστρα ἀνθεμωτὰ

[— — — — — — — — — — — — — — — — — τὰ δὲ] καταγμάτια ἐν τῶι ναῶι· ἀσπιδίσκας δύο ἐχούσας πρόσωπα Γορ-

[γόνων ὧν τεῖ μιᾶι πρόσεισιν πτέρυγες] δύο καὶ ὄφεων κεφαλαὶ ΙΙΙΙ καὶ οὐραὶ συμπεπλεγμέναι δύο· τεῖ δ’ ἑ-

[τέραι πρόσεστιν πτέρυξ μία καὶ ὄφεω]ν κεφαλαὶ δύο, αἱ δὲ δύο ἀποπέπτωκαν καί εἰσιν ἐν τῶι ναῶι·

[καὶ οὐραὶ συμπεπλεγμέναι δύο αἱ ἐπὶ τῆ]ς Γοργόνος ἐν ταῖς φλιαῖς τοῦ θυρώματος· ἀστέρες ἀργυροῖ ἐπι-



[καν Τιμάνθης καὶ Λυκόφρων· πτερὸν ἀρ]γυροῦν ἀνεπίγραφον, ὁλκὴ 𐅃𐅂· φιάλας τρεῖς ἐμ πλαισίωι ἃς ἀνέθη-

[καν Ἑστιαῖος καὶ Ἀρχικλῆς ὑπὲρ Νικίου] τοῦ Νικηράτου Ἀθηναίου· αὗταί εἰσιν κάτω ἐν τῶι ναῶι· στεφάνια

[χρυσᾶ τέτταρα μύρρινα, ἀνάθεμα Χαρ]μίδου, ὁλκὴ ΔΙΙΙΙ· ταῦτ’ ἐστὶν ἐν γλοττοτόμωι· ἄλλο χρυσοῦν