ID 1439

Home > Europe > Greece > Aegean > Delos > ID 1439

Dating

No information available.

Text

[ἄλλην λεία]ν ὡς ποδιαίαν, ἀνάθημα Κώιων, πρόσωπον ἔχουσαν

[Ἀπόλλωνος — — — —]· αὕτη ἐστὶ ἐν τῶι ναῶι· φιάλην λείαν ὡς δακτύλων

[δέκα, ἀνάθημα] Ποπλίου· ἄλλην [λεί]αν ὡς ποδιαίαν πρόσωπον ἔχου-



[βασιλέως Σελεύκου· ἄλλη]ν λείαν ὡς ποδιαίαν, ἀνάθημα Κώιων,

[οὐκ ἔχουσαν? — — — — ἐ]στι ἐν τῶι ναῶι· φιάλας τέτταρας [ἐν τῶι δεξ]ιῶι

[τοίχωι, ἀνάθημα Ἁγνωνίδου, ἐμ π]λαι[σίωι· ἄλλας τρ]εῖς

[ἃς ἀνέθηκαν Λυσίθεος καὶ Ἡγίας ἐμ πλαισίωι· κάτω εἰσὶν ἐν] τῶι ναῶι·

[ἄλλας τρεῖς ἐμ πλαισίωι ἃς ἀνέθηκεν ὁ] δῆμος ὁ [Ἀθηναίων] ἐπ’ ἄρχοντος

[Ἀριστόλα· ἐν τῶι ναῶι· μάχαιρα]ν ἐλεφαντίνην πρ[οσηλωμέν]ην, ἀνάθημα

[Θυμώιδα· θύρω]μα ἔχον ἥλους περιηργυρωμένους ἀκανθώτους



[δύο, ἀν]θεμωτὰ ἐν [τῶ]ι θυρώματι ἀποκατεαγότα· τὰ [δὲ] ἀποκατά-

[γμα]τα ἐν τῶι ναῶ[ι· ἀσ]π[ιδίσ]κας δύο ἐχούσας πρόσωπα Γοργόνων,

[ὧν] τεῖ μιᾶι πρόσεισιν πτέρυγες δύο καὶ ὄφεων κεφαλαὶ τ[έ]τταρες



πτέρυξ μία καὶ ὄφεων κεφαλαὶ δύο· αἱ δὲ δύο ἀποπε-

πτώκασιν καί εἰσιν ἐν τῶι ναῶι καὶ οὐραὶ συμπεπλεγμέναι

δύο αἱ ἐπὶ τῆς Γοργόν[ο]ς [πρὸς] ταῖς φλιαῖς τοῦ θυρώματος· ἀ[στέ]ρες



[κ]αν Ἑστιαῖος καὶ Ἀρχικλῆς ὑπὲρ Νικίου τοῦ Νικηράτου Ἀ[θην]αίου·

αὗταί εἰ[σι]ν κάτ[ω]ι ἐν [τῶι ναῶι· στ]εφάνια χρυσᾶ τέτταρα μύρρινα,

ἀνάθημα Χαρμίδου, ὁλκὴ ΔΙΙΙΙ· δύο δ’ ἐστὶν ἐν [γ]λωτ[τοτ]όμ[ωι]·