Halikarnassos 26

Home > Asia > Turkey > Caria > Bodrum > Halikarnassos 26

Dating

No information available.

Text

[με]ληταῖς, οἱ δὲ ἐπ[ιμε]λ̣ηταὶ δότωσαν τοῖς ἐ[ργ]ώναις κατὰ τὰς διαγρα-

φάς· ὅπως δ’ ἂν οἱ προδανείσαντες εἰς τὴν στοὰν ἣν ὁ δῆμος ἀνατί-

θησιν τῶι Ἀπόλλωνι καὶ Βασιλεῖ Πτολεμαίωι φανεροὶ ὦσιν πᾶσιν, τοὺς

ἐξεταστάς, ἐφ’ ὧνν ἂν συντελεσθῆι ἡ στοά, ὅσοι ἂν προδανείσωσιν

ἄτοκα μὴ ἔλασσον 𐅂(δραχμῶν) πε(ντακοσίων) ἀναγράψαι αὐτῶν τὰ ὀνόματα ἐν τῆι παρα-

στάδι τῆς στοᾶς πατριστί, προσγράψαντας ὅτι οἵδε ἔδωκαν τῶι δήμω[ι]

[ἄ]τοκα χρήματα εἰς τὴν κατασκευὴν τῆς στοᾶς, ἀναγραφόντων δὲ πρῶ-

τον τὸν πλεῖστον δόντα. ὅπως δ’ ἂν κομίσωνται οἱ προδανεισταί, πό-



τοῖς ἀπὸ τῆς οἰκονομίας ἓξ ταλάντοις, τὰ δὲ λοιπὰ ὑπάρχειν εἰς τὴν

οἰκονομίαν· προσυποκεῖσθαι δὲ καὶ τὸ γενηθὲν ἐκ τῆς στοᾶς πραθέν-

των τῶν κιόνων καὶ τῶν ξύλων καὶ τοῦ κεράμου καὶ τῶν πλίνθων, ἀποδόσ-