CIL 10, 2699

Home > Europe > Italy > Campania > provincia di Napoli > Ancient city Napoli > CIL 10, 2699

Dating

No information available.

Text

C(aius) Marcius C(ai) f(ilius) / Papia / sibi et suis libertis / et libertab(usque) hoc / monumentum sive / sepulc{h}rum est / h(eredem) n(on) s(equetur) // Ἀρίστωνος τοῦ +[3] τὸ ὑ[πὲρ Οὐ]αλερίας / Μούσης τῆς ἑαυτοῦ γυναικός μὴ ἐξουσίαν δὲ ἐχέτω/σαν ὁ φρήταρχος ἢ οἱ χαλκολόγοι ἢ ὁ φροντιστὴς ἢ οἱ διοι/κηταὶ ἢ ἄλλος τις τῆς φρητρίας τῆς Ἀρισταίων τὴν θυσίαν / ἢ τὸ δεῖπνον ὑπερτίθεσθαι παρὰ τὰς τεταγμένας ἡμέρας / κα[ὶ τ]ὰ χείλια καὶ διακόσια δεινάρια δανειζέσθω μὴ [πλ]ῆο[ν] / ἐ[πʼ ὀν]όματι δεινάρια διακόσια πεντήκοντα καὶ τῇ π[όλ]ει / μὴ ἐξουσίαν ἐχέτω ὁ φρήταρχος ἢ οἱ χαλκολόγοι ἢ ὁ φρον/τιστὴς ἢ οἱ διοικηταὶ ἢ ἄλλος τις τῆς φρητρίας τῆς Ἀρισταίων / φρήτορα ὑπὲρ τούτων τῶν ὀνομάτων λαμβάνειν οὐ[δὲ] / πίστει δοθήσεται ὃν δὲ ἂν ὁ δανειζόμενος διδῷ ἀλλοφρή/τορα ἐν ἀγάρρει εἰσδιδόσθω καὶ ἐὰν δόξῃ τῇ ἀγάρρει / καθὼς καὶ ὑπὲρ φρητάρχου καὶ χαλκολόγων (δε)δογμάτισ/ται τότε ἡ οἰκονομία ὑπὸ τῶν προγεγραμμένων γεινέσθ[ω] / τοὺς δὲ χαλκοῦς οἱ δεδανεισμένοι καταφερέτωσαν τῇ / ἑβδόμῃ τοῦ Πανθεῶνος μηνὸς ἱσταμένου εἰς ἄγαρρει[ν] / πληθύουσαν καὶ ἐπιψηφιζέτω ἡ φρητρία (ο)ἷς θέλει δανίζε[ιν] / καὶ οὕτως τότε ἄλλη οἰκονομία γεινέσθω καθʼ ἕκαστον [ἔ]/τος ἔν τε ταῖς ἡμέραις ταύταις ταῖς δυσίν αἷς θύοντες δ[ει]/πνοῦσιν Οὐαλερίᾳ Μούσῃ διδόσθω τὰ κατάχ(ρε)α τὸ δὲ γρ[α]/π[τὸν τ]ὸ τεθὲν ἢ τὸ προσηλω(θ)ὲν ὀφειλέτωσαν ὁ φρήταρχος / ἢ οἱ χαλκολόγοι ἢ ὁ φροντιστὴς ἢ οἱ διοικηταὶ μετα[πα]ραδ[ι]/δόναι τοῖς ἀεὶ ὑπὸ τῆς φρητρίας καθισταμένοις ἐὰν δέ τι πα/ρὰ ταῦτα τὰ ὑπεράνω γεγραμμένα ὁ φρήταρχος ἢ οἱ χαλκολ[ό]/γοι ἢ ὁ φροντιστὴς ἢ οἱ διοικηταὶ ἢ οἱ δεδανισμένοι ἢ ἄλλος / τις ποιήσῃ ἀποτεισάτω ἱερὰ τῶν θεῶν τῶν φρητρίων ἀργυ/[ρίου δεινάρια δι]ακόσια [3 κ]αὶ ἡ ἔκπραξίς ἐστι +++[3]