CIG 5838

Home > Europe > Italy > Campania > provincia di Napoli > Ancient city Napoli > CIG 5838

Dating

No information available.

Text

Τεττίαι Κάσται ἱερείαι τ[οῦ 3] / τῶν γυναικῶν οἴκου διὰ βίου ψηφ[ίσματα] / ἐπὶ ὑπάτων Καίσαρος Σεβαστοῦ υἱοῦ Δομιτι[ανοῦ καὶ Γαίου] / Οὐαλερίου Φήστου ιδ Ληναιῶνος γραφ[ομένων παρῆσαν] / Λούκιος Φροῦγι Κορνήλιος Κεριᾶλις Ἰούνιος [3] / περὶ οὗ προσανήνενκεν τοῖς ἐν προσκλήτωι Τρανκουίλλιος Ῥοῦφος ὁ ἀντάρχων περὶ τού[του τοῦ πράγματος οὕτως εὐηρέστησεν] / τὴν γνώμην ἁπάντων ὁμολογοῦντας κοινὴν εἶναι λύπην τὴν πρόμοιρον Τεττίας Κά[στας τελευτήν γυναικὸς φιλοτιμησαμέ]/νης εἴς τε τὴν τῶν ἁπάντων εὐσέβειαν καὶ εἰς τὴν τῆς πατρίδος εὔνοιαν ἀργυρῶν ἀνδριάντων ἀνε[κλείπτους ἀναστάσεις τοῖς θεοῖς ποιη]/σαμένης πρὸς τὸ μεγαλοψύχως εὐεργετῆσαι τὴν πόλιν τιμᾶν ἀνδριάντι καὶ ἀσπίδι ἐγγ[εγραμμένηι Τεττίαν Κάσταν καὶ θάπτειν αὐτὴν] / δαπάνῃ μὲν δημοσίαι ἐπιμελείᾳ δὲ τῶν προσηκόντων οὓς δυσχερές ἐστιν παραμυθήσασθαι λι[βανωτοῦ λίτρας (?)ʹ καὶ τό]/πον εἰς κηδείαν δίδοσθαι καὶ εἰς ταῦτα ἐξοδιάζειν ἐπὶ ὑπάτων Καίσαρος Σεβαστοῦ [υἱοῦ Δομιτιανοῦ καὶ Γ(αίου) Οὐαλερίου Φήστου (?)ʹ πρὸ καλ(ανδῶν)] / Ἰουλίων γραφομένων παρῆσαν Γράνιος Ῥοῦφος Λούκιος Πούδης Ποππαῖ[ος Σεουῆρος] / περὶ οὗ προσανήνενκεν τοῖς ἐν προσκλήτωι Φούλβιος Πρόβος ὁ ἄρχων περὶ τούτου τοῦ πρ[άγματος οὕτως εὐηρέστησεν 3 τὴν] / δημοσίαν δαπάνην ἣν ἡ βουλὴ συμπαθοῦσα ἐψηφίσατο Τεττίᾳ Κάστᾳ +Υ[3 καὶ στεφανῶσαι] / χρυσῶι στεφάνῳ μαρτυροῦντας αὐτῆς τῶι βίωι δημοσίωι ἐπαί[νωι 3] / ἐπὶ ὑπάτων Λουκίου Φλαουίου Φιμβρία καὶ Ἀτειλίου Βαρβάρου [3 γραφομένων παρῆσαν] / Ἀρίστων Βύκκου Ἀουίλλιος Ἀρριανός Οὐέρριος Λειβ[ερᾶλις] / [περ]ὶ οὗ προσανήνενκεν τοῖς ἐν προσκλήτωι Ἰούλιος Λειουεια[ν]ὸ[ς ὁ ἀντάρχων περὶ τούτου τοῦ πράγματος οὕτως εὐηρέστησεν] / [Τεττ]ίᾳ τόπον εἰς κηδείαν ἀπὸ τοῦ τείχους ἐν μετώπωι μέχρι [3] / [3]κοντα ἓξ οἰκοδομεῖν ἐπιτρέπειν καὶ ἀπὸ τῆς στ[ήλης εἰς [3] πανταχόσε ἄλλωι μηδενὶ κηδείαν] / [ἐπὶ] τῶι αὐτῷ τόπῳ δίδοσθαι / [3] Δομίτιοι Λέπιδ[ος καὶ 3 τῆι γλυκυ]/[τά]τηι μητρὶ καὶ Λ(ούκιος) Δομ[ίτιος 3 τῆι ἑαυτοῦ γυναικί]