Aphrodisias 138

Home > Asia > Turkey > Caria > Aphrodisias > Aphrodisias 138

Dating

No information available.

Text

[πρὸς τὸ? ἔλαιο]ν ὑπηρετεῖν εἰς τὰς ἐξ ἐπιδόσεως γυμνασιαρχίας [καὶ?]

[τὰ]ς λοιπὰς ζῶν μυριάδας ὑπεσχόμην καὶ ἀνέθηκα δέκα δύο, δη[νάρια]

διακόσια ἑξήκοντα, πρὸς τὸ τὸν κύκλον τοῦτον ἐκ τῶν ἐμῶν ὑποσχέσε-



τὰς αἰωνίους γυμνασιαρχίας καὶ στεφανηφορίας μυριάδας δέκα τέσσαρας κα[ὶ]

δηνάρια τρισχίλια ἐνακόσια δέκα τέσσαρα, ὥστε εἶναι ὁμοῦ ἅς τε ζῶν ἀνέθη-

[κ]α διμερῶς ἐν ἀρχῇ μὲν τοῦ νόμου κυρουμένου ὑποσχέσεων γινομένων

[κ]αὶ ἐγὼ ὑπεσχόμην, μυριάδας δύο, καὶ πάλιν ἀνέθηκα μυριάδας δέκα καὶ δηνά-

[ρ]ια διακόσια ἑξήκοντα, καὶ ἃς διὰ τῆς διαθήκης καταλέλοιπα, τὰς πάσας γυμνα-

σιαρχικὰς μυριάδας εἴκοσι ἕξ, δηνάρια τετρακισχίλια ἑκατὸν ἑβδομήκο[ν]-

τα ἐννέα. ἐπὶ στεφανηφόρου Ποπλίας Αἰλίας Ἀδράστου θυγατρὸς Ἀτταλίδος Σα-



καὶ τί ἕκαστος αὐτῶν ὀφείλει ἀρχαίου καὶ τόκου, καὶ ἐστὶν καθὼς ὑπογέγραπται.

[Μᾶ]ρκος Ἀν[τώνιος] Ἀπελλᾶς Δομετεῖνος ὀφείλει μοι διὰ τοῦ χρεοφυλακίου δηνά-

[ρια ἐ]νακι[σχίλια διακό]σια καὶ τὰ τοῦ τόκου μηνὸς ἑνὸς δηνάρια τεσσεράκοντα ἕξ

[—]ναδ[—]ν τόκον ὀκτασσαριαῖον, διὰ τὸ εἶ[ναι αὐ]τὸν τ[— δα]-